Ancient Greek
62.4
Zeno Phil., Testimonia Et Fragmenta 62.4
Unproofread scanNot analysed yet
11 Numenius Eusebii praep. evang. XIV 5, 11 (p. 729b). Πολέμνος δὲ ἐρένουντο γνώριμοι Ἀρκεσίλαος καὶ Ζήνων. ——Ζήνωνα μὲν οὖν μέμνημαι εἰπὼν Ξενοκράτει, εἶτα δὲ Πολέμῳ φοιτῆσαι, αὐθὶς δὲ παρὰ Κράτητι κυνίῳ· νυνὶ δὲ αὐτῷ λελογίσθω ὅτι καὶ Στίλπωνός τε μετέσχε καὶ τῶν λόγων τῶν Ἡρακλειτέων. ἐπεὶ γὰρ συμφοιτῶντες παρὰ Πολέμῳ ἐφιλοτιμήθησαν ἀλλήλοις, συμπαρέλαβον εἰς τὴν πρὸς ἀλλήλους μάχην ὁ μὲν Ἡράκλειτον καὶ Στίλπωνα ἄμα καὶ Κράτητα, ὧν ὑπὸ μὲν Στίλπωνος ἐγένετο μαχητής, ὑπὸ δὲ Ἡρακλείτου αὐστηρός, κυνικὸς δὲ ὑπὸ Κράτητος. ὁ δὲ Ἀρκεσίλαος etc.