Ancient Greek
63.1
Zeno Phil., Testimonia Et Fragmenta 63.1
Unproofread scanNot analysed yet
ληπτικὴν φαντασίαν, πᾶση μηχανῇ ἐχρήτο ἐπ’ αὐτήν. ὁ δ’ ἐν τῷ ἀσθενεστέρῳ ὄν, ἡσυχίαν ἄγειν οὐ δυνάμενος εὐδοκεῖσθαι, Ἀρκεσιλάου μὲν ἀφίστο, πολλὰ ἂν εἰπεῖν ἔχων (ἀλλ’ οὐκ ἤθελε, τάχα δὲ μᾶλλον ἄλλως), πρὸς δὲ τὸν οὐκέτι ἐν ζῴσιν ὄντα Πλάτωνα ἐσκιμάχει καὶ τὴν ἀπὸ ἀμαξῆς πομπείαν πᾶσαν κατεθορύβει λόγων, ὡς οὐτ’ ἂν τοῦ Πλάτωνος ἀμυνομένου, ὑπερδικεῖν τε αὐτοῦ ἄλλω οὐδενὶ μέλον· εἰτε μελήσειεν Ἀρκεσιλάῳ, αὐτὸς γε κερδαίνειν ᾤετο ἀποτρεψάμενος ἀφ’ ἑαυτοῦ τὸν Ἀρκεσίλαον.