Ancient Greek
73.2
Zeno Phil., Testimonia Et Fragmenta 73.2
Unproofread scanNot analysed yet
63 Sextus adv. Math. VIII 355. Ἐπίκουρος δὲ πᾶν αἰσθητὸν ἔλεξε βέβαιον εἶναι, ὁ δὲ Στωικὸς Ζήνων διαιρεῖσθι ἐχρήτο. 65 Stobaeus Ecl. I p. 136, 21 W. Ζήνωνος <καὶ τῶν ἀπ’ αὐτοῦ>. τὰ ἔννοήματα φασὶ μήτε τινὰ εἶναι μήτε ποιά, ὥσανεὶ δὲ τινα καὶ ὥσανει ποιά φαντάσματα ψυχῆς· ταῦτα δὲ ὑπὸ τῶν ἀρχαίων ἰδέας προσαγορευέσθαι. τῶν γὰρ κατὰ τὰ ἔννοήματα ὑποπιπτόντων εἶναι τὰς ἰδέας, οἷον ἀνθρώπων, ἵππων, κοινότερον εἰπεῖν πάντων τῶν ζῴων καὶ τῶν ἄλλων ὁπόσων λέγουσιν ἰδέας εἶναι. ταύτας δὲ οἱ Στωικοὶ φιλόσοφοι φασιν ἀνυπάρχτους εἶναι, καὶ τῶν μὲν ἔννοημάτων μετέχειν ἡμᾶς, τῶν δὲ πτώσεων, ὡς δὴ προσηγορίας καλοῦσι, τυγχάνειν.