Ancient Greek
77.1
Zeno Phil., Testimonia Et Fragmenta 77.1
Unproofread scanNot analysed yet
78 Plutarchus de Stoic. rep. 8, 1 p. 1034e. πρὸς τὸν εἰπόντα μηδὲ δίχην δικάσης πρὶν ἀμφοῖν μύθον ἀκούσης ἀντέλεγεν ὁ Ζήνων, τοιούτῳ τινὶ λόγῳ χρώμενος· εἴτ’ ἀπέδειξεν ὁ πρῶτος εἰπών, οὐχ ἀκουστέον τοῦ δευτέρου λέγοντος· πέρας γὰρ ἔχει τὸ ζητούμενον· εἴτ’ οὐχ ἀπέδειξεν· ὅμοιον γὰρ ὡς εἰ μηδὲ ὑπήκουσε κληθεὶς ἢ ὑπακούσας ἐτερέτισεν· ἤτοι δ’ ἀπέδειξεν ἢ οὐχ ἀπέδειξεν· οὐχ ἀκουστέον ἄρα τοῦ δευτέρου λέγοντος. Schol. ad Lucian. de calumnia cp. 8.