Ancient Greek
78.1
Zeno Phil., Testimonia Et Fragmenta 78.1
Unproofread scanNot analysed yet
85 Diogenes Laërt. VII 134. δοκεῖ δ’ αὐτοῖς ἀρχὰς εἶναι τῶν ὅλων δύο, τὸ ποιοῦν καὶ τὸ πάσχον. τὸ μὲν οὖν πάσχον εἶναι τὴν ἄποιον οὐσίαν τὴν ὕλην· τὸ δὲ ποιοῦν τὸν ἐν αὐτῇ λόγον τὸν θεόν. τοῦτον γὰρ αἰδίον ὄντα διὰ πάσης αὐτῆς δημιουργεῖν ἕκαστα. τίθησι δὲ τὸ δόγμα τοῦτο Ζήνων ὁ Κιτιεὺς ἐν τῷ περὶ οὐσίας. —Aëtius I 3, 25 (DDG p. 289). Ζήνων Μνασέου Κιτιεὺς ἀρχὰς μὲν τὸν θεὸν καὶ τὴν ὕλην, ὧν ὁ μὲν ἐστὶ τοῦ ποιεῖν αἴτιος, ἡ δὲ τοῦ πάσχειν, στοιχεῖα δὲ τέσσαρα. —Achilles Tat. p. 124E. Ζήνων ὁ Κιτιεὺς ἀρχὰς εἶναι λέγει τῶν ὅλων θεὸν καὶ ὕλην, θεὸν μὲν τὸ ποιοῦν, ὕλην δὲ τὸ ποιούμενον, ἀφ’ ὧν τὰ τέσσαρα στοιχεῖα γεγόνεσθαι.