Ancient Greek
79.2
Zeno Phil., Testimonia Et Fragmenta 79.2
Unproofread scanNot analysed yet
89 Stobaeus Ecl. I p. 138, 14 W. (Ar. Did. fr. 18 p. 457, Diels). αἴτιον δ' ὁ Ζήνων φησὶν εἶναι δι' ο' οὐ δὲ αἴτιον συμβεβηκός· καὶ τὸ μὲν αἴτιον σῶμα, οὐ δὲ αἴτιον κατηγόρημα· ἀδύνατον δ' εἶναι τὸ μὲν αἴτιον παρεῖναι, οὐ δὲ ἐστιν αἴτιον μὴ ὑπάρχειν. τὸ δὲ λεγόμενον τοιαύτην ἔχει δύναμιν· αἰτίων ἐστι δι' ὃ γίνεται τι, οἷον διὰ τὴν φρόνησιν γίνεται τὸ φρονεῖν καὶ διὰ τὴν ψυχὴν γίνεται τὸ ζῆν καὶ διὰ τὴν σωφροσύνην γίνεται τὸ σωφρονεῖν. ἀδύνατον γὰρ εἶναι σωφροσύνης περὶ τινα οὐδὲς μὴ σωφρονεῖν ἢ ψυχῆς μὴ ζῆν ἢ φρονήσεως μὴ φρονεῖν.