Ancient Greek
84.8
Zeno Phil., Testimonia Et Fragmenta 84.8
Unproofread scanNot analysed yet
πρὸς δὲ τὴν τοῦ τρίτου κεφαλαίου κατασκευὴν χρω̂νται λόγῳ τοιούδε· „φθείρεται πάντως ἐκεῖνο, οὗ πάντα τὰ μέρη φθαρτὰ ἐστι, τοῦ δὲ κόσμου πάντα τὰ μέρη φθαρτὰ ἐστι, φθαρτὸς ἄρα ὁ κόσμος ἐστιν. “ὁ δ’ ὑπερέθηκεν νῦν ἐπισκεπτέον. ποῖον μέρος τῆς γῆς, ἧν’ ἀπὸ ταύτης ἀξώμεθα, μείζον ἢ ἧττον, οὐ χρόνῳ διαλύεται; λίθων οἱ κραταιότατοι ἀφ’ οὐ μυθῶσι καὶ σήπουνται; κατὰ τὴν ἐξεως ἀσθένειαν (ἢ δ’ ἐστι πνευματικὸς τόνος, δεσμὸς οὐκ ἀροηκτος, ἀλλὰ μόνον δυσδιάλυτος) θρυπτόμενοι καὶ θέοντες εἰς λεπτὴν τὸ πρῶτον ἀναλύονται κόνην, εἴθ’ ὕστερον δαπανηθέντες ἐξαναλοῦνται. τί δέ; εἰ μὴ πρὸς ἀνέμων ὠπίζοιτο τὸ ὕδωρ, ἀκίνητον ἕκαστον οὐχ ὑφ’ ἡσυχίας