Ancient Greek
92.1 to 92.5
Zeno Phil., Testimonia Et Fragmenta 92.1-5
Unproofread scanNot analysed yet
135 Diogenes Laërt. 157. Ζήνων δὲ ὁ Κιτιεὺς . . . πνεῦμα ἐνθερμον εἶναι τὴν ψυχήν. τούτῳ γὰρ ἡμᾶς εἶναι ἐμπνόους καὶ ὑπὸ τούτου κινεῖσθαι. 136 Galenus Hist. Phil. 24 Diels, p. 613, 12. τὴν δὲ οὐσίαν αὐτῆς (scil. τῆς ψυχῆς) οἱ μὲν ἀσώματον ἔφασαν, ὡς Πλάτων, οἱ δὲ σώματα κινεῖν, ὡς Ζήνων καὶ οἱ ἐξ αὐτοῦ. πνεῦμα γὰρ εἶναι ταύτὴν ὑπενόησαν καὶ οὗτοι. Cf. Chrysippum ap. Nemes. de nat. hom. c. 2, p. 33. ὁ θάνατός ἐστι χωρισμὸς ψυχῆς ἀπὸ σώματος· οὐδὲν δὲ ἀσώματον ἀπὸ σώματος χωρίζεται· οὐδὲ γὰρ ἐφάπτεται σώματος ἀσώματον· ἡ δὲ ψυχὴ καὶ ἐφάπτεται καὶ χωρίζεται τοῦ σώματος. σῶμα ἄρα ἡ ψυχή. 139 Longinus ap. Euseb. praep. evang. XV 21, 3. Ζήνωνι μὲν γὰρ καὶ Κλεάνθει νεμεσήσειέ τις ἂν δικαλῶς οὕτω σφόδρα ὑβριστικῶς περὶ αὐτῆς (scil. ψυχῆς) διαλεχθεῖσι καὶ ταῦτόν ἄμφω τοῦ στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμιάσιν φήσασι. —Theodoret. gr. aff. cur. V 27 (p. 129 Rae). ἄμφω γὰρ (Ζήνων καὶ Κλεάνθης) τοῦ στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμιάσιν. 140 Galenus de plac. Hippocr. et Plat. II 8 (V 283 K. ,p. 248 ed. Iu. Mueller). εἰ δὲ γε ἐποιο (Λιογένης ὁ Βαβυλώνιος) Κλεάνθει καὶ Χρυσίππῳ καὶ Ζήνωνι τρέφεσθαι μὲν ἐξ αἵματος φήσαντι τὴν ψυχὴν, οὐσίαν δ’ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα etc.