Ancient Greek
93.2
Zeno Phil., Testimonia Et Fragmenta 93.2
Unproofread scanNot analysed yet
142 Jamblichus de anima ap. Stob. Ecl. I 49, 33 p. 367, 18 W. ἀλλὰ μὴν οἱ γε ἀπὸ Χρυσίππου καὶ Ζήνωνος φιλόσοφοι καὶ πάντες ὅσοι σῶμα τὴν ψυχὴν νοοῦσι τὰς μὲν δυνάμεις ὡς ἐν τῷ ὑποκειμένῳ ποιότητας συμβιβάζουσι, τὴν δὲ ψυχὴν ὡς οὐσίαν προὑποκειμένην ταῖς δυνάμεσι τιθέασιν, ἐκ δ’ ἀμφοτέρων τούτων σύνθετον φύσιν ἐξ ἀνομοίων συνάγουσιν.