Ancient Greek
1.148.1
Zeno Phil., Testimonia 1.148.1
Unproofread scanNot analysed yet
γέγονε δὲ τὰ τε ἄλλα ἀγαθὸς ὁ Ζήνων, ἀλλὰ καὶ ὑπεροπτικὸς τῶν μειζόνων κατ’ ἴσον Ἡρακλείτῳ· καὶ γὰρ οὗτος τὴν πρότερον μὲν Ὕλην, ὑστερὸν δ’ Ἐλέαν, Φωκαέων οὖσαν ἀποικίαν, αὐτοῦ δὲ πατρίδα, πόλιν εὐτελῆ καὶ μόνον ἄνδρας ἀγαθοὺς τρέφειν ἐπι-5 σταμένην ἠγάπησε μᾶλλον τῆς Ἀθηναίων μεγαλανχίας, οὐχ ἐπιδη-μήσας πώμαλα πρὸς αὐτούς, ἀλλ’ αὐτόθι καταβιοῦς. οὗτος καὶ29 τὸν Ἀχιλλέα πρῶτος λόγῳ ἠρώτησε· Φαβωρίνος δὲ φησι Παρμε-νίδην καὶ ἄλλους συγνοὺς.