Ancient Greek
1.149.1
Zeno Phil., Testimonia 1.149.1
Unproofread scanNot analysed yet
6. Diodor. X 18, 2 ὅτι τυραννουμένης τῆς πατρίδος ὑπὸ Νέαρχον ἀκληρῶς, ἐπιβουλήν κατὰ τοῦ τυράννου συνεστήσατο. καταφανῆς δὲ γεγόνως καὶ κατὰ τὰς ἐν ταῖς βασιλείαις ἀνάγκας διερωτώμενος ὑπὸ τοῦ Νέαρχου, τίνες ἦσαν οἱ συνειδότες ὧν ἐφελον γὰρ, ἔφησεν, ὥσπερ τῆς γλώττης εἰμὶ κύριος, οὕτως ὑπὲρ γον καὶ τοῦ σώματος’. τοῦ δὲ τυράννου πολὺ μᾶλλον ταῖς βασιλείαις προσεπιτείναντος, ὁ Ζ. μέχρι μὲν τινος διεκαρτέρει· μετὰ δὲ ταῦτα σπεύδων ἀπολυθῆναι ποτὲ τῆς ἀνάγκης καὶ ἄμα τιμωρήσασθαι τὸν Νέαρχον, ἐπενόησάτο τι τοιοῦτον. κατὰ τὴν ἐπιπονωτάτην ἐπίτασιν τῆς βασιλείας προσποιηθεὶς ἐνδιδόναι τὴν ψυχὴν ταῖς ἀλγηδόσιν ἀνέκραγεν· ‘ἀντετ’ ἐφ’ γὰρ πᾶσαν ἀλήθειαν’. ὡς δ’ ἀνῆκαν, ἡλίσανεν αὐτὸν ἀκούσων κατ’ ἰδίαν προσελθόντα. πολλὰ γὰρ εἶναι τῶν λέγεσθαι μελλόντων, ἃ συνοίσει τῇδε ἐν ἀπορήσει. τοῦ δὲ τυράννου προσελθόντος ἀμέλως καὶ τὴν ἀκοὴν τῷ στόματι παραβαλόντος, ὁ Ζ. τοῦ δυνάστου περιχάνων τὸ οὖς ἐνέπρησε τοῖς ὀδοῦσι. τῶν δὲ ὑπηρέτων ταχὺ προσδρομούντων καὶ πᾶσαν τῷ βασιλευομένῳ προσφερόντων τιμωρίαν εἰς τὸ χαλάσαι τὸ δῆγμα, πολὺ μᾶλλον προσενεφέρετο. τέλος δ’ οὐ δυνάμενοι τὰνδρὸς νικῆσαι τὴν εὐψυχίαν, παρεκέντησαν αὐτόν, ἵνα διήλθ τοὺς ὀδόντας. καὶ τοιοῦτῳ τεχνήματι τῶν ἀλγηδόνων ἀπελύθη καὶ παρὰ τοῦ τυράννου τὴν ἐνδεχομένην ἔλαβε τιμωρίαν.