Ancient Greek
1.150.5
Zeno Phil., Testimonia 1.150.5
Unproofread scanNot analysed yet
15. Procl. in Parm. p. 694, 23 [ad Plat. p. 127 D] πολλῶν δὲ εἰρημένων ὑπὸ τοῦ Ζήνωνος λόγων καὶ τετταράκοντα τῶν πάντων ἕνα τῶν πρώτων ὁ Σωκράτης ἀπολαβὼν ἀπορεῖ πρὸς αὐτόν . . . εἰ πολλὰ τὰ ὄντα, τὸ αὐτὸ ὄν ὅμοιόν ἐστι καὶ ἀνόμοιον, ἀλλὰ μὴν ἀδύνατον τὸ αὐτὸ ὅμοιον εἶναι καὶ ἀνόμοιον· οὐχ ἄρα πολλά τὰ ὄντα. Elias in categ. p. 109, 16 Ζήνων ὁ Κιττιεύς, οὐχ ὁ Ἑλεάτης ὁ καὶ Παρμενίδειος ὁ ἄμφωτερόγλωσσος . . . ἄμφωτερόγλωσσος δ’ ἐκλήθη οὐχ ὅτι διαλεκτικὸς ἦν, ὡς ὁ Κιττιεύς, καὶ τὰ αὐτὰ ἀνεσκέυαζε καὶ κατεσκεύαζεν, ἀλλ’ ὅτι τῇ ζωῇ διαλεκτικὸς ἦν ἄλλα μὲν λέγων ἄλλα δὲ φρονῶν· ἐρωτηθεὶς γὰρ οὗτός ποτε ὑπὸ τοῦ τυράννου, τίνες εἰσὶν οἱ μάλιστα ἐπιβουλευόντες τῇ τυραννίδι αὐτοῦ, τοὺς δορυφόρους ἔδειξεν· ὁ δὲ πεισθεὶς καὶ