Ancient Greek
1.152.1
Zeno Phil., Testimonia 1.152.1
Unproofread scanNot analysed yet
τὰ ὄντα πολλὰ εἶναι τῷ μηδὲν εἶναι ἐν τοῖς οὐσὶν ἐν, τὰ δὲ πολλὰ πλήθος εἶναι ἐνάδων'. καὶ ὅτι μὲν οὐχ ὡς τὰ πολλὰ ἀναιροῦντος τοῦ Ζήνωνος Εὐδήμος μέμνηται νῦν, δῆλον ἐκ τῆς αὐτοῦ λέξεως· οἷμαι δὲ μηδὲ ἐν τῷ Ζήνωνος βιβλίῳ τοιούτων ἐπιχειρήματα φέρεσθαι οἷον ὁ Ἀλέξανδρος φησι. PHILOP. phys. 42, 9 Z. γὰρ ὁ Ἐλεάτης πρὸς τοὺς διακαμωιδοῦντας τὴν Παρμενίδου τοῦ διδασκάλου αὐτοῦ δόξαν λέγουσαν ἐν τὸ ὂν εἶναι ἐνιστάμενος καὶ συνηγορῶν τῇ τοῦ διδασκάλου δόξῃ, ἐπεχείρει δεῖκνυναι ὅτι ἀδύνατον πλήθος εἶναι ἐν τοῖς οὖσιν. εἰ γάρ, φησίν, ἔστι πλήθος, ἐπειδὴ τὸ πλήθος ἐκ πλειόνων ἐνάδων σύγκειται, ἀνάγκη εἶναι ἐνάδας πλείους ἐξ ὧν τὸ πλήθος συνέστηκεν. εἰ τοίνυν δείξωμεν ὅτι ἀδύνατον εἶναι πλείονας ἐνάδας, δῆλον ὅτι ἀδύνατον εἶναι πλήθος· τὸ γὰρ πλήθος ἐξ ἐνάδων. εἰ δὲ ἀδύνατον εἶναι πλήθος, ἀνάγκη δὲ τὸ ἓν εἶναι ἢ τὸ πλῆθος, πλήθος δὲ εἶναι οὐ δύναται, λείπεται τὸ ἓν εἶναι κτλ.