Ancient Greek
1.153.2
Zeno Phil., Testimonia 1.153.2
Unproofread scanNot analysed yet
δεύτερος δ’ ὁ καλούμενος Ἀχιλλεύς. ἐστι δ’ οὗτος ὅτι τὸ βραδύτατον [so E, Them. ,Simpl.] οὐδέποτε καταληφθήσεται θεόν ὑπὸ τοῦ ταχίστου· ἐμπροσθεν γὰρ ἀναγκαῖον ἐλθεῖν τὸ διώκον, θεν ὤρμησε τὸ φεύγον, ὥστ’ ἀεὶ τι προεχεῖν ἀναγκαῖον τὸ βραδύτερον. ἐστι δὲ καὶ οὗτος ὁ αὐτὸς λόγος τῷι διχοτομεῖν, διαφέρει δ’ ἐν τῷι διαιρεῖν μὴ δίχα τὸ προσλαμβανόμενον μέγεθος.