Ancient Greek
1.153.4
Zeno Phil., Testimonia 1.153.4
Unproofread scanNot analysed yet
τέταρτος δ’ ὁ περὶ τῶν ἐν σταδίῳ κινουμένων ἐξ ἐναντίας ἴσων ὀγκῶν παρ’ ἴσους, τῶν μὲν ἀπὸ τέλους τοῦ σταδίου τῶν δ’ ἀπὸ μέσου, ἴσῳι τάχει, ἐν ᾧι συμβαίνειν οἴεται ἴσον εἶναι χρόνον τῷι διπλασίῳι τὸν ἡμισυν. ἐστι δ’ ὁ παραλογισμὸς ἐν τῷι τὸ μὲν παρὰ κινούμενον τὸ δὲ παρ’ ἥρεμοὺν τὸ ἴσον μέγεθος ἀξιοῦν τῷι ἴσῳι τάχει τὸν ἴσον φέρεσθαι χρόνον. τοῦτο δ’ ἐστὶ ψευδὸς.