Ancient Greek
1.154.5
Zeno Phil., Testimonia 1.154.5
Unproofread scanNot analysed yet
Δ ἀρχὴ τοῦ σταδίου E τέλος τοῦ σταδίου διὰ τοῦτο ὁ Ζήνωνος λόγος οὐκ ἀληθής, ὡς ψοφεῖ τῆς κέγχρου ὁτιοὺν μέρος· οὐδὲν γὰρ κωλύει μὴ κινεῖν τὸν ἀέρα ἐν μηδενὶ χρόνῳ· τοῦτον δν ἐκίνησεν ἐμπεσὼν ὁ ὅλος μέδιμνος. Dazu SIMPL. 1108, 18 διὰ τοῦτο λύει καὶ τὸν Ζήνωνος τοῦ Ἐλεάτου λόγον, ὃν ἥρετο Πρωταγόραν τὸν σοφιστήν. ‘εἴπέ γάρ μοι, ἔφη, ὦ Πρωταγόρα, ἆρα ὁ εἰς κέγχρος καταπεσὼν ψόφον ποιεῖ ἢ τὸ μυριοστὸν τοῦ κέγχρου;’ τοῦ δὲ εἰπόντος μὴ ποιεῖν ‘ὁ δὲ μέδιμνος, ἔφη, τῶν κέγχρων καταπεσὼν ποιεῖ ψόφον ἢ οὔ;’ τοῦ δὲ ψοφεῖν εἰπόντος τὸν μέδιμνον ‘τί οὖν, ἔφη ὁ Ζήνων, οὐκ ἔστι λόγος τοῦ μεδίμνου τῶν κέγχρων πρὸς τὸν ἕνα καὶ τὸ μυριοστὸν τὸ τοῦ ἑνός;’ τοῦ δὲ φήσαντος εἶναι ‘τί οὖν, ἔφη ὁ Ζήνων, οὐ καὶ τῶν ψόφων ἔσονται λόγοι πρὸς ἀλλήλους οἱ αὐτοί; ὡς γὰρ τὰ ψοφοῦντα, καὶ οἱ ψόφοι· τοῦτον δὲ οὕτως ἔχοντος, εἰ ὁ μέδιμνος τοῦ κέγχρου ψοφεῖ, ψοφήσει καὶ ὁ εἰς κέγχρος καὶ τὸ μυριοστὸν τοῦ κέγχρου’. ὁ μὲν οὖν Ζήνων οὕτως ἠρώτα τὸν λόγον [Die Dialogform stammt (trotz A 14) nicht aus Zenon, sondern aus einer älteren dialogischen Einkleidung des Problems (Alkidamas?)].