Ancient Greek
1.155.1
Zeno Phil., Testimonia 1.155.1
Unproofread scanNot analysed yet
γὰρ ὅτι ‘εἰ μὴ ἔχοι μέγεθος τὸ ὂν, οὐδ’ ἂν εἴη, ἐπάγει ‘εἰ δὲ ἐστιν, ἀνάγκη ἕκαστον μέγεθος τι ἔχειν καὶ πᾶχος καὶ ἀπέχειν αὐτοῦ τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου. καὶ περὶ τοῦ προῦχοντος ὁ αὐτὸς λόγος. καὶ γὰρ ἐκεῖνο ἔξει μέγεθος καὶ προέξει αὐτοῦ τι. ὁμοιον δὴ τοῦτο ἀπαξ τε εἰπεῖν καὶ ἀεὶ λέγειν· οὐδὲν γὰρ αὐτοῦ τοιούτου ἔσχατον οὔτε ἕτερον πρὸς ἕτερον οὐχ ἔσται. οὕτως εἰ πολλὰ ἐστιν, ἀνάγκη αὐτὰ μικρὰ τε εἶναι καὶ μεγάλα· μικρὰ μὲν ὥστε μὴ ἔχειν μέγεθος, μεγάλα δὲ ὥστε ἄπειρα εἶναι’.