Ancient Greek
1.156.1
Zeno Phil., Testimonia 1.156.1
Unproofread scanNot analysed yet
προσγενομένου δὲ οὐδὲν οἷόν τε εἰς μέγεθος ἐπιδοῦναι. καὶ οὕτως ἂν ἦδη τὸ προσγιγνόμενον οὐδὲν εἴη. εἰ δὲ ἀπογινομένου τὸ ἕτερον μηδὲν ἐλάττον ἔσται μηδὲ αὐτὸ προσγινομένου αὐξήσεται, δῆλον ὅτι τὸ προσγενομένον οὐδὲν ἦν οὐδὲ τὸ ἀπογενόμενον. καὶ ταῦτα οὐχὶ τὸ ἐν ἀναιρῶν ὁ Ζήνων λέγει, ἀλλ’ ὅτι μέγεθος ἔχει ἕκαστον τῶν πολλῶν καὶ ἀπειρῶν τῶι πρὸ τοῦ λαμβανομένου ἀεὶ τι εἶναι διὰ τὴν ἐπ’ ἀπειρον τομήν. δὲ δεικνύσι προδειξας ὅτι οὐδὲν ἔχει μέγεθος ἐκ τοῦ ἕκαστον τῶν πολλῶν ἑαυτῶι ταυτὸν εἶναι καὶ ἐν.