Ancient Greek
2.143.2
Zeno Phil., Testimonia 2.143.2
Unproofread scanNot analysed yet
ἀρέσκει δ’ αὐτῷ τάδε· κόσμους εἶναι κενὸν τε μὴ εἶναι· γεγενῆσθαι δὲ τὴν τῶν πάντων φύσιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, λαμβανόντων αὐτῶν εἰς ἀλλήλα τὴν μεταβολήν· γένεσιν τε ἀνθρώπων ἐκ γῆς εἶναι, καὶ ψυχὴν κράμα ὑπάρχειν ἐκ τῶν προειρημένων κατὰ μηδενὸς τούτων ἐπικράτησιν. τοῦτόν φασιν λοιδορούμενον ἀγανακτήσαι· αἰτιασαμένου δέ τινος φάναι· ‘εὰν λοιδορούμενος μὴ προσποιώμαι, οὐδ’ ἐπαινούμενος αἰσθήσομαι’. [Z. 9—10 gehören vielleicht zu Empedokles; vgl. 21 A 20.]