Ancient Greek
2.143.7
Zeno Phil., Testimonia 2.143.7
Unproofread scanNot analysed yet
4. [Plato] Alcib. I p. 119 A ἀλλὰ τῶν ἄλλων Ἀθηναίων ἢ τῶν ξένων δοῦλον ἢ ἐλεύθερον εἴπε, ὅστις αἰτίαν ἔχει διὰ τὴν Περικλέους συνουσίαν σοφώτερος γεγονέναι. ὥσπερ ἐγὼ [Sokrates] ἔχω σοι εἰπεῖν διὰ τὴν Ζήνωνος Πυθόδωρον τὸν ἰσόλογον [z. 18 A 5] καὶ Καλλίαν τὸν Καλλιάδου, ὧν ἐκάτερος Ζήνωνι ἑκατὸν μνὰς τελέσας σοφὸς τε καὶ ἐλλόγιμος γέγονεν. Schol. z. d. St. Z. ὁ Ἐλεάτης Παρμενίδου μαθητής. φυσικὸς φιλόσοφος καὶ πολιτικὸς ὡς ἀληθῶς· διὸ καὶ πρὸς Περικλέα παραβάλλεται φαινομένως ὄντα πολιτικόν. τοῦτο Πυθόδωρος ἀκροατής, ὃς καὶ ἐν Παρμενίδῃ μνήμης ἡξιώτα ὡς Ἀντιφῶντι τῆς συνουσίας ἐκεῖνος μεταδούς, παρ’ οὗ Κέφαλος ὁ Κλαζομένιος μαθὼν διδάσκαλος γέγονε. Plut. Pericl. 4, 3 διήκουσε δὲ Περικλῆς καὶ Ζήνωνος τοῦ Ἐλεάτου πραγματευομένου περὶ φύσιν ὡς Παρμενίδης. ἐλεγκτικὴν δέ τινα καὶ δι’ ἀντιλογίας εἰς ἀπορίαν κατακλείουσαν ἐσκήσαντος ἐξιν. Vgl. 18 A 12.