Ancient Greek
2.143.9
Zeno Phil., Testimonia 2.143.9
Unproofread scanNot analysed yet
6. Diodor. x 18, 2 ὅτι τυραννουμένης τῆς πατρίδος ὑπὸ Νέαρχου σκληρῶς, ἐπιβουλὴν κατὰ τοῦ τυράννου συνεστήσατο. καταφανὴς δὲ γενόμενος καὶ κατὰ τὰς ἐν ταῖς βασάνοις ἀνάγκας διερωτώμενος ὑπὸ τοῦ Νέαρχου, τίνες ἦσαν οἱ συνειδότες ὠφελοῦν γάρ. ἔφησεν, ὥσπερ τῆς γλώττης εἰμὶ κύριος, οὕτως ὑπῆρχον καὶ τοῦ σώματος’. τοῦ δὲ τυράννου πολὺ μᾶλλον ταῖς βασάνοις προσεπιτείναντος ὁ Z. μέχρι μὲν τινος διεκαρτέρει· μετὰ δὲ ταῦτα σπεύδων ἀπολυθῆναί ποτε τῆς ἀνάγκης καὶ ἄμα τιμωρηθῆναι τὸν Νέαρχον ἐπενοήσατο τι τοιοῦτον. κατὰ τὴν ἐπιτονωτάτην ἐπίστασιν τῆς βασάνου προσποιηθεὶς ἐνδιδοῦναι τὴν ψυχὴν ταῖς ἀλγηδόσιν ἀνέκραγεν· ‘ἄνετε· ἐγὼ γὰρ πᾶσαν ἀλήθειαν’. ὡς δ’ ἀνῆκαν, ἡξίωσεν αὐτὸν ἀκοῦσαι κατ’ ἰδίαν προσελθόντα. πολλὰ γὰρ εἶναι τῶν λέγεσθαι μελλόντων, ἀ συνοίσει τηρεῖν ἐν ἀπορρήτῳ. τοῦ δὲ τυράννου προσελθόντος ἀσμένως καὶ τὴν