Ancient Greek
2.144.6
Zeno Phil., Testimonia 2.144.6
Unproofread scanNot analysed yet
11. PLATO Parm. 127 AB ἔφη δὲ δὴ ὁ Ἀντιφῶν λέγειν τὸν Πυθόδωρον ὅτι ἀφίκοιντό ποτε εἰς Παναθήναια τὰ μεγάλα Ζήνων τε καὶ Παρμενίδης, τὸν μὲν οὖν Παρμενίδην εὖ μᾶλα ἤδη πρεσβύτην εἶναι, σφόδρα πολιόν, καλὸν δὲ κάγαθόν τὴν ὄψιν, περὶ ἔτη μάλιστα πέντε καὶ ἐξήκοντα· Ζήνωνα δὲ ἐγγὺς τῶν τετταρά- 30 κοντα τότε εἶναι, εὐμήκη δὲ καὶ χαρίεντα ἰδεῖν, καὶ λέγεσθαι αὐτὸν παιδικὰ τοῦ Παρμενίδου γεγονέναι. καταλῦειν δὲ αὐτοὺς ἔφη παρὰ τῷι Πυθοδώρωι ἐκτὸς τείχους ἐν Κεραμεικῶι· οἱ δὴ καὶ ἀφικέσθαι τὸν τε Σωκράτην καὶ ἄλλους τινὰς μετ' αὐτοῦ πολλούς, ἐπιθυμοῦντας ἀκοῦσαι τῶν τοῦ Ζήνωνος γραμμάτων (τότε γὰρ αὐτὰ πρῶτον ὑπ' ἐκείνων κομισθῆναι). Σωκράτη δὲ εἶναι τότε σφόδρα νέον. 35 ἀναγινώσκειν οὖν αὐτοῖς τὸν Ζήνωνα αὐτόν. τὸν δὲ Παρμενίδην τυχεῖν ἐξω ὄντα· καὶ εἶναι πᾶν βραχὺ ἔτι λοιπὸν τῶν λόγων ἀναγιγνωσκομένων. ἡνίκα αὐτὸς τε ἐπεισῆλθεν ἔφη ὁ Πυθόδωρος ἐξωθεν καὶ τὸν Παρμενίδην μετ' αὐτοῦ καὶ Ἀριστοτέλη τὸν τῶν τριάκοντα γενόμενον, καὶ σμῖκρ ἄττα ἔτι ἐπακοῦσαι τῶν γραμμάτων κτλ. [Vgl. S. 106, 33. 126, 17. Dagegen ATHEN. XI 505 F τὸ δὲ πάντων σχετλῶτατον καὶ (ψευδέστατον) τὸ εἰπεῖν οὐδεμαίας κατεπειγούσης χρείας ὅτι παι- 40 δικὰ γεγονόι τοῦ Παρμενίδου Ζ. ὁ πολίτης αὐτοῦ.]