Ancient Greek
2.146.3
Zeno Phil., Testimonia 2.146.3
Unproofread scanNot analysed yet
21 Arist. metaph. B 4. 1001b 7 ἐπὶ εἰ ἀδιαίρετον αὐτὸ τὸ ἕν, κατὰ μὲν τὸ Ζήνωνος ἀξίωμα οὐδὲν ἂν εἴη. οὐ γὰρ μήτε προστιθέμενον μήτε ἀφαιρούμενον ποιεῖ μείζονο μηδὲ ἔλαττον, οὐ φθoν εἶναι τοῦτο τῶν ὄντων, ὡς δηλοῦντί ὄντος μεγέθους τοῦ ὄντος· καὶ εἰ μέγεθος, σωματικόν· τοῦτο γὰρ πάντη ὄν. τὰ δὲ ἄλλα πῶς μὲν προστιθέμενα ποιήσει μείζον, πῶς δ’ οὐδέν, οἷον ἐπίπεδον καὶ γραμμὴ στιγμὴ δὲ καὶ μονὰς οὐδαμῶς. Simpl. phys. 97, 13 [aus Eudem. fr. 7 nach A 16] ὑπὸρει δὲ ὡς ἔοικε διὰ τὸ τῶν μὲν αἰσθητῶν ἕκαστον κατηγορικῶς τε πολλὰ λέγεσθαι καὶ μερισμῶ, τὴν δὲ στιγμὴν μηδὲ ἐν τιθέναί· ὁ γὰρ μήτε προστιθέμενον αὐξεῖ μήτε ἀφαιρούμενον μειοῖ, οὐκ ὥμετο τῶν ὄντων εἶναι. Ebend. 99, 10 ἐνταῦθα δέ, ὡς ὁ Εὐδήμος φησι, καὶ ἀνίηρει [Zenon] τὸ ἕν (τὴν γὰρ στιγμὴν ὡς τὸ ἕν λέγει), τὰ δὲ πολλὰ εἶναι συγχωρεῖ. ὁ μέντοι Ἀλέξανδρος καὶ ἐνταῦθα τοῦ Ζήνωνος ὡς τὰ πολλὰ ἀναιροῦντος μεμνῆσθαι τὸν Εὐδήμον οἶεται. ὡς γὰρ ἱστορεῖ (φησίν) Εὐδήμος [fr. 7], Z. ὁ Παρμενίδου γνώριμος ἐπειρᾶτο δεῖκνύναι ὅτι μὴ οἷόν τε τὰ ὄντα πολλὰ εἶναι τῷ μηδὲν εἶναι ἐν τοῖς οὖσιν ἕν, τὰ δὲ πολλὰ πλήθος εἶναι ἐνάδων’. καὶ ὅτι μὲν οὐχ ὡς τὰ πολλὰ ἀναιροῦντος τοῦ Ζήνωνος Εὐδήμος μέμνηται νῦν, δῆλον ἐκ τῆς αὐτοῦ λέξεως· οἶμαι δὲ μηδὲ ἐν τῷ Ζήνωνος βιβλίῳ τοιούτον ἐπίχειρμα φέρεσθαι οἷον ὁ Ἀλέξανδρός φησι. Philop. phys. 42, 9 Z. γὰρ ὁ Ἑλεάτης πρὸς τοὺς διακωμωδιοῦντας τὴν Παρμενίδου τοῦ διδασκάλου αὐτοῦ δόξαν λέγουσαν ἐν τὸ ὂν εἶναι ἐνιστάμενος καὶ συνηγορῶν τῇ τοῦ διδασκάλου δόξῃ, ἐπεχείρει δεῖκνύναι ὅτι ἀδύνατον πλήθος εἶναι ἐν τοῖς οὖσιν. εἰ γάρ, φησίν, ἔστι πλήθος, ἐπειδή τὸ πλήθος ἐκ πλειόνων ἐνάδων σύγκειται, ἀνάγκη εἶναι ἐνάδας πλείους ἐξ ὧν τὸ πλήθος συνέστηκεν. εἰ τοίνυν δεῖξομεν ὅτι ἀδύνατον εἶναι πλείονας ἐνάδας, δῆλον ὅτι ἀδύνατον εἶναι πλήθος· τὸ γὰρ πλήθος ἐξ ἐνάδων. εἰ δὲ ἀδύνατον εἶναι πλήθος, ἀνάγκη δὲ ἢ τὸ ἕν εἶναι ἢ τὸ πλήθος, πλήθος δὲ εἶναι οὐ δύναται, λείπεται τὸ ἕν εἶναι κτλ. Seneca ep. 88, 44 Parmenides ait ex his quae videntur nihil esse universo [d. h. οὐδὲν τῶν φαινομένων εἶναι τῶν παντί]; Z. Eleates omnia negotia de negotio deiceit; ait nihil esse . . . si Parmenidi [sc. credo], nihil est praeter unum; si Zenoni, ne unum quidem.