Ancient Greek
2.147.5
Zeno Phil., Testimonia 2.147.5
Unproofread scanNot analysed yet
26. —Z 9. 239b 14 δεύτερος δ’ ὁ καλούμενος ’Αχιλλεύς. ἐστι δ’ οὕτως ὅτι τὸ βραδύτατον οὐδέποτε καταληφθήσεται θεὸν ὑπὸ τοῦ ταχίστου· ἐμπροσθεν γὰρ ἀναγκαῖον ἐλθεῖν τὸ διώκον, ὅθεν ὥρμησε τὸ φεύγον, ὥστ’ ἀεὶ τι προέχειν ἀναγκαῖον τὸ βραδύτερον. ἐστι δὲ καὶ οὕτως ὁ αὐτὸς λόγος τῷ διχοτομεῖν, διαφέρει δ’ ἐν τῷ διαιρεῖν μὴ δίχα τὸ προσλαμβανόμενον μέγεθος.