Ancient Greek
2.150.1
Zeno Phil., Testimonia 2.150.1
Unproofread scanNot analysed yet
ὄντος, προσγενομένου δέ, οὐδὲν οἷόν τε εἰς μέγεθος ἐπιδούναι. καὶ οὕτως ἂν ἤδη τὸ προσγεγόμενον οὐδὲν εἴη. εἰ δὲ ἀπογενομένου τὸ ἕτερον μηδὲν ἐλαττον ἔσται μηδὲ αὐ προσγενομένου αὐξήσεται, δῆλον ὅτι τὸ προσγεγόμενον οὐδὲν ἦν οὐδὲ τὸ ἀπογεγόμενον'. καὶ ταῦτα οὐχὶ τὸ ἕν ἀναιρῶν ὁ Ζήνων λέγει, ἀλλ' ὅτι μέγεθος ἔχει ἕκαστον τῶν πολλῶν καὶ ἀπειρῶν τῷι πρὸ τοῦ λαμβανομένου ἀεὶ τι εἶναι διὰ τὴν ἐπ' ἀπειρον τομήν· ὁ δείκνυσι προδείξας ὅτι οὐδὲν ἔχει μέγεθος ἐκ τοῦ ἕκαστον τῶν πολλῶν ἑαυτῷι ταὐτὸν εἶναι καὶ ἕν. ——140, 27 καὶ τί δεῖ πολλά λέγειν, ὅτε καὶ ἐν αὐτῷι φέρεται τῷι τοῦ Ζήνωνος συγγράμματι; πάλιν γὰρ δεικνύς, ὅτι εἰ πολλά ἐστι, τὰ αὐτὰ πεπερασμένα ἐστὶ καὶ ἀπειρα, γράφει ταῦτα κατὰ λέξιν ὁ Ζ. 3 εἰ πολλά ἐστιν, ἀνάγκη τοσαῦτα εἶναι ὅσα ἐστὶ καὶ οὔτε πλείονα αὐτῶν οὔτε ἐλάττονα. εἰ δὲ τοσαῦτά ἐστιν ὅσα ἐστὶ, πεπερασμένα ἂν εἴη.