Ancient Greek · ~22 min
Dfhg-Source dfhg3_ZENO_RHODIUS
ZENO RHODIUS, Fragmenta 2.1
Not analysed yet
Οἱ δ ̓ Ἡλιάδαι διαφοροι γενηθέντες τῶν ἄλλων ἐν παιδείᾳ διήνεγκαν καὶ μάλιστ ̓ ἐν ἀστρολογίᾳ. Εἰσηγήσαντο δὲ καὶ περὶ τῆς ναυτιλίας πολλὰ καὶ τὰ περὶ ὥρας διέταξαν. Εὐφυέστατος δὲ γενόμενος Τενάγης ὁπὸ τῶν ἀδελφῶν διὰ φθόνον ἀνῃρέθη· γνωσθείσης δὲ τῆς ἐπιβουλῆς, οἱ μετασχόντες τοῦ φόνου πάντες ἔφυγον. Τούτων δὲ Μάκαρ μὲν εἰς Λέσβον ἀφίκετο, Κάνδαλος δὲ εἰς τὴν Κῶ· Ἀκτὶς δ ̓ εἰς Αἴγυπτον ἀπάρας ἔκτισε τὴν Ἡλιούπολιν ὀνομαζομένην, ἀπὸ τοῦ πατρὸς θέμενος τὴν προσηγορίαν· οἱ δ ̓ Αἰγύπτιοι ἔμαθον παρ ̓ αὐτοὺ τὰ περὶ τὴν ἀστρολογίαν θεωρήματα. Ὕστερον δὲ παρὰ τοῖς Ἕλλησι γενομένου κατακλυσμοῦ, καὶ διὰ τὴν ἐπομβρίαν τῶν πλείστων ἀνθρώπων ἀπολομένων, ὁμοίως τούτοις καὶ τὰ διὰ τῶν γραμμάτων ὑπομνήματα συνέβη φθαρῆναι. Δι ̓ ἣν αἰτίαν οἱ Αἰγύπτιοι καιρὸν εὔθετον λαβόντες ἐξιδιοποιήσαντο τὰ περὶ τὴν ἀστρολογίαν, καὶ τῶν Ἑλλήνων διὰ τὴν ἄγνοιαν μηκέτι τῶν γραμμάτων ἀντιποιουμένων, ἐνίσχυσεν ὡς αὐτοὶ πρῶτοι τὴν τῶν ἄστρων εὕρεσιν ἐποιήσαντο. Ὁμοίως δὲ καὶ Ἀθηναῖοι κτίσαντες ἐν Αἰγύπτῳ πόλιν τὴν ὀνομαζομένην Σάϊν, τῆς ὁμοίας ἔτυχον ἀγνοίας διὰ τὸν κατακλυσμόν. Δι ̓ ἃς αἰτίας πολλαῖς ὕστερον γενεαῖς Κάδμος ὁ Ἀγήνορος ἐκ τῆς Φοινίκης πρῶτος ὑπελήφθη κομίσαι γράμματα εἰς τὴν Ἑλλάδα· καὶ ἀπ ̓ ἐκείνου τὸ λοιπὸν οἱ Ἕλληνες ἔδοξαν ἀεί τι προσευρίσκειν περὶ τῶν γραμμάτων, κοινῆς τινος ἀγνοίας κατεχούσης τοὺς Ἕλληνας. Τριόπας δὲ, πλεύσας εἰς τὴν Καρίαν, κατέσχεν ἀκρωτήριον τὸ ἀπ ̓ ἐκείνου Τριόπιον κληθέν. Οἱ δὲ λοιποὶ τοῦ Ἡλίου παῖδες διὰ τὸ μὴ μετασχεῖν τοῦ φόνου κατέμειναν ἐν τῇ Ῥόδῳ, καὶ κατῴκησαν ἐν τῇ Ἰαλυσίᾳ κτίσαντες πόλιν Ἀχαΐαν. Ὧν ὁ πρεσβύτερος Ὄχιμος βασιλεύων ἔγημε μίαν τῶν ἐγχωρίων νυμφῶν Ἡγητορίαν, ἐξ ἧς ἐγέννησε θυγατέρα Κυδίππην τὴν μετὰ ταῦτα Κυρβίαν μετονομασθεῖσαν· ἣν γήμας Κέρκαφος ὁ ἀδελφὸς διεδέξατο τὴν βασιλείαν. Μετὰ δὲ τὴν τούτου τελευτὴν διεδέξαντο τὴν ἀρχὴν [οἱ] υἱοὶ τρεῖς, Λίνδος, Ἰάλυσος, Κάμειρος. Ἐπὶ δὲ τούτων γενομένης μεγάλης πλημμυρίδος, ἐπικλυσθεῖσα ἡ Κύρβη ἔρημος ἐγένετο, αὐτοὶ δὲ διείλοντο τὴν χώραν, καὶ ἕκαστος ἑαυτοῦ πόλιν ὁμώνυμον ἔκτισε. LVIII. Κατὰ δὲ τούτους τοὺς χρόνους Δαναὸς ἔφυγεν ἐξ Αἰγύπτου μετὰ τῶν θυγατέρων· καταπλεύσας δὲ τῆς Ῥοδίας εἰς Λίνδον καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων, ἱδρύσατο τῆς Ἀθηνᾶς ἱερὸν καὶ τὸ ἄγαλμα τῆς θεοῦ καθιέρωσε. Τῶν δὲ τοῦ Δαναοῦ θυγατέρων τρεῖς ἐτελεύτησαν κατὰ τὴν ἐπιδημίαν τὴν ἐν τῇ Λίνδῳ, αἱ δ ̓ ἄλλαι μετὰ τοῦ πατρὸς Δαναοῦ εἰς Ἄργος ἐξέπλευσαν. Μικρὸς δ ̓ ὕστερον τούτων τῶν χρόνων Κάδμος ὁ Ἀγήνορος ἀπεσταλμένος ὑπὸ τοῦ βασιλέως κατὰ ζήτησιν τῆς Εὐρώπης, κατέπλευσεν εἰς τὴν Ῥοδίαν· κεχειμασμένος δ ̓ ἰσχυρῶς κατὰ τὸν πλοῦν καὶ πεποιημένος εὐχὰς ἱδρύσασθαι Ποσειδῶνος ἱερὸν, διασωθεὶς ἱδρύσατο κατὰ τὴν νῆσον τοῦ θεοῦ τούτου τέμενος καὶ τῶν Φοινίκων ἀπέλιπέ τινας τοὺς ἐπιμελησομένους. Οὗτοι δὲ καταμιγέντες Ἰαλυσίοις διετέλεσαν συμπολιτευόμενοι τούτοις· ἐξ ὧν φασι τοὺς ἱερεῖς κατὰ γένος διαδέχεσθαι τὰς ἱερωσύνας. Ὁ δ ̓ οὖν Κάδμος καὶ τὴν Λινδίαν Ἀθηνᾶν ἐτίμησεν ἀναθήμασιν, ἐν οἷς ἦν χαλκοῦς λέβης ἀξιόλογος κατεσκευασμένος εἶς τὸν ἀρχαῖον ῥυθμόν· οὗτος δ ̓ εἶχεν ἐπιγραφὴν Φοινικικοῖς γράμμασιν, ἅ φασι πρῶτον ἐκ Φοινίκης εἰς τὴν Ἑλλάδα κομισθῆναι. Μετὰ δὲ ταῦτα τῆς Ῥοδίας γῆς. Ἀνείσης ὄφεις ὑπερμεγέθεις, συνέβη πολλοὺς τῶν ἐγχωρίων ὑπὸ τῶν ὄφεων διαφθαρῆναι. Διόπερ οἱ περιλειφθέντες ἔπεμψαν εἰς Δῆλον τοὺς ἐπερωτήσοντας τὸν θεὸν περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς. Τοῦ δ ̓ Ἀπολλωνος προστάξαντος αὐτοῖς παραλαβεῖν Φρόβαντα μετὰ τῶν συνακολουθούντων αὐτῷ, καὶ μετὰ τούτων κατοικεῖν τὴν Ῥόδον· οὗτος δ ̓ ἦν υἱὸς μὲν Λαπίθου, διέτριβε δὲ περὶ Θετταλίαν μετὰ πλειόνων ζητῶν χώραν εἰς κατοίκησιν· τῶν δὲ Ῥοδίων μεταπεμψαμένων αὐτὸν κατὰ τὴν μαντείαν καὶ μεταδόντων τῆς χώρας, ὁ μὲν Φόρβας ἀνεῖλε τοὺς ὄφεις, καὶ τὴν νῆσον ἐλευθερώσας τοῦ φόβου, κατῴκησεν ἐν τῇ Ῥοδίᾳ· γενόμενος δὲ καὶ τἄλλα ἀνὴρ ἀγαθὸς, ἔσχε τιμὰς ἡρωικὰς μετὰ τὴν τελευτήν. LIX. Ὕστερον δὲ τούτων Ἀλθαιμένης ὁ Κατρέως υἱὸς τοῦ Κρητῶν βασιλέως περί τινων χρηστηριαζόμενος ἔλαβε χρησμὸν ὅτι πεπρωμένον ἐστὶν αὐτῷ τοῦ πατρὸς αὐτόχειρα γενέσθαι. Βουλόμενος οὖν τοῦτο τὸ μύσος ἐκφυγεῖν, ἑκουσίως ἔφυγεν ἐκ τῆς Κρήτης μετὰ τῶν βουλομένων συναπᾶραι, πλειόνων ὄντων. Οὗτος μὲν οὖν κατέπλευσε τῆς Ῥοδίας εἰς Κάμειρον· ἐπὶ δ ̓ ὄρους Ἀταβύρου Διὸς ἱερὸν ἱδρύσατο τοῦ προσαγορευομένου Ἀταβυρόου. Ὅπερ ἔτι καὶ νῦν τιμᾶται διαφερόντως, κείμενον ἐπί τινος ὑψηλῆς ἄκρας, ἀρ ̓ ἧς ἔστιν ἀφορᾶν τὴν Κρήτην. Ὁ μὲν οὖν Ἀλθαιμένης μετὰ τῶν συνακολουθησάντων κατῴκησεν ἐν τῇ Καμείρῳ, τιμώμενος ὑπὸ τῶν ἐγχωρίων· ὁ δὲ πατὴρ αὐτοῦ Κατρεὺς, ἔρημος ὢν ἀρρένων παίδων καὶ διαφερόντως ἀγαπῶν τὸν Ἀλθαιμένην, ἔπλευσεν εἰς Ῥόδον, φιλοτιμούμενος εὑρεῖν τὸν υἱὸν καὶ ἀπαγαγεῖν εἰς Κρήτην. Τῆς δὲ κατὰ τὸ Πεπρωμένον ἀνάκης ἐπισχυούσης, ὁ μὲν Κατρεὺς ἀπέβη μετά τινων ἐπὶ τὴν Ῥοδίαν νυκτὸς, καὶ γενομένης συμπλοκῆς καὶ μάχης πρὸς τοὺς ἐγχωρίους, ὁ Ἀλθαιμένης ἐκβοηθῶν ἠκόντισε λόγχῃ καὶ δι ̓ ἄγνοιαν παίσας ἀπέκτεινε τὸν πατέρα. Γνωσθείσης δὲ τῆς πράξεως, ὁ μὲν Ἀλθαιμένης οὐ δυνάμενος φέρειν τὸ μέγεθος τῆς συμφορᾶς, τὰς μὲν ἀπαντήσεις καὶ ὁμιλίας τῶν ἀνθρώπων παρέκαμπτε, διδοὺς δ ̓ ἑαυτὸν εἰς τὰς ἐρημίας ἠλᾶτο μόνος καὶ διὰ τὴν λύπην ἐτελεύτησεν· ὕστερον δὲ κατά τινα χρησμὸν τιμὰς ἔσχε παρὰ Ῥοδίοις ἡρωικάς. Βραχὺ δὲ πρὸ τῶν Τρωικῶν Τληπόλεμος ὁ Ἡρακλέους φεύγων διὰ τὸν Λικυμνίου θάνατον, ὃν ἀκουσίως ἦν ἀνῃρηκὼς, ἔφυγεν ἐξ Ἄργους ἑκουσίως· χρησμὸν δὲ λαβὼν ὑπὲρ ἀποικίας μετά τινων λαῶν κατέπλευσεν εἰς τὴν Ῥόδον, καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων αὐτοῦ κατῴκησε. Γενόμενος δὲ βασιλεὺς πάσης τῆς νήσου τήν τε χώραν ἐπ ̓ ἴσης κατεκληρούχησε καὶ τἄλλα διετέλεσεν ἄρχων ἐπιεικῶς. Τὸ δὲ τελευταῖον μετ ̓ Ἀγαμέμνονος στρατεύων εἰς Ἴλιον, τῆς μὲν Ῥόδου τὴν ἡγεμονίαν παρέδωκε Βούτᾳ τῷ ἐξ Ἄργους αὐτῷ μετασχόντι τῆς φυγῆς, αὐτὸς δ ̓ ἐπιφανὴς ἐν τῷ πολέμῳ γενόμενος ἐτελεύτησεν ἐν τῇ Τρῳάδι.