Ancient Greek · ~45 min
Dfhg-Source dfhg3_ZENO_RHODIUS
ZENO RHODIUS, Fragmenta 3.1
Not analysed yet
Ἐπεὶ δέ τινες τῶν τὰς κατὰ μέρος γραφόντων πράξεις γεγράφασι καὶ περὶ τούτων τῶν καιρῶν, ἐν οἷς τά τε κατὰ Μεσσηνίους καὶ τὰ κατὰ τὰς προειρημένας ναυμαχίας συνετελέσθη, βούλομαι βραχέα περὶ αὐτῶν διαλεχθῆναι. Ποιήσομαι δὲ οὐ πρὸς ἅπαντας, ἀλλ ̓ ὅσους ὑπολαμβάνω μνήμης ἀξίους εἶναι καὶ διαστολῆς· εἰσὶ δ ̓ οὗτοι Ζήνων καὶ Ἀντισθένης οἱ Ῥόδιοι . . . Τούτους δὲ ἀξίους εἶναι κρίνω διὰ πλείους αἰτίας. Καὶ γὰρ κατὰ τοὺς καιροὺς γεγόνασι, καὶ πατρίδι πεπολίτευνται, καὶ καθόλου πεποίηνται τὴν πραγματείαν οὐκ ὠφελείας χάριν, ἀλλὰ δόξης καὶ τοῦ καθήκοντος ἀνδράσι πολιτικοῖς. Τῷ δὲ τὰς αὐτὰς γράφειν ἡμῖν πράξεις, ἀναγκαῖόν ἐστι μὴ παρασιωπᾶν, ἵνα μὴ τῷ τῆς πατρίδος ὀνόματι καὶ τῷ δοκεῖν οἱκειοτάτας εἶναι Ῥοδίοις τὰς κατὰ θάλατταν πράξεις, ἡμῶν ἀντιδοξούντων πρὸς αὐτοὺς, ἔνιοι μᾶλλον ἐπακολουθήσωσιν ἐκείνοις, ἤπερ ἡμῖν, οἱ φιλομαθοῦντες. Οὗτοι τοιγαροῦν ἀμφότεροι πρῶτον μὲν τὴν περὶ Αάδην ναυμαχίαν οὐχ ἥττω τῆς περὶ Χίον, ἀλλ ̓ ἐνεργεστέραν καὶ παραβολωτέραν ἀποφαίνουσι, καὶ τῇ κατὰ μέρος τοῦ κινδύνου χρείᾳ καὶ συντελείᾳ, καὶ καθόλου, φασὶ, τὸ νίκημα γεγονέναι κατὰ τοὺς Ῥοδίους. Ἐγὼ δὲ διότι μὲν δεῖ ῥοπὰς διδόναι ταῖς αὑτῶν πατρίσι τοὺς συγγραφέας συγχωρήσαιμ ̓ ἆν, οὐ μὴν τὰς ἐναντίας τοῖς συμβεδηκόσιν ἀποφάσεις ποιεῖσθαι περὶ αὐτῶν. Ἱκανὰ γὰρ τὰ κατ ̓ ἄγνοιαν γιγνόμενα τοῖς γράφουσιν, ἃ διαφυγεῖν ἄνθρωπον δυσχερές. Ἐὰν δέ κατὰ προαίρεσιν ψευδογραφῶμεν, ἢ πατρίδος ἕνεκεν, ἢ φίλων, ἢ χάριτος, τί διοίσομεν τῶν ἀπὸ τούτου τὸν βίον ποριζομένων; Ὥσπερ γὰρ ἐκεῖνοι, τῷ λυσιτελεῖ μετροῦντες, ἀδοκίμους ποιοῦσι τὰς αὑτῶν συντάξεις· οὕτως οἱ πολιτικοὶ, τῷ μισεῖν ἢ τῷ φιλεῖν ἑλκόμενοι, πολλάκις εἰς τὸ αὐτὸ τέλος ἐμπίπτουσι τοῖς προειρημένοις. Δι ̓ ὃ δεῖ καὶ τοῦτο τὸ μέρος ἐπιμελῶς τοὺς μὲν ἀναγινώσκοντας παρατηρεῖν, τοὺς δὲ γράφοντας αὐτοὺς παραφυλάττεσθαι. XV. Δῆλον δ ̓ ἔστι τὸ λεγόμενον ἐκ τῶν ἐνεστώτων. Ὁμολογοῦντες γὰρ οἱ προειρημένοι, διὰ τῶν κατὰ μέρος, ἐν τῇ περὶ Λάδην ναυμαχίᾳ δύο μὲν αὐτάνδρους πεντήρεις τῶν Ῥοδίων ὑποχειρίους γενέσθαι τοῖς πολεμίοις· ἐκ δὲ τοῦ κινδύνου μιᾶς νηὸς ἐπαραμένης τὸν δόλωνα διὰ τὸ τετρωμένην αὐτὴν θαλαττοῦσθαι, πολλοὺς καὶ τῶν ἐγγὺς τὸ παραπλήσιον ποιοῦντας ἀποχωρεῖν πρὸς τὸ πέλαγος· τέλος δὲ μετ ̓ ὀλίγων καταλειφθέντα τὸν ναύαρχον ἀναγκασθῆναι ταυτὸ τοῖς προειρημένοις πράττειν· καὶ τότε μὲν εἰς τὴν Μυνδίαν ἀπουρώσαντας καθορμισθῆναι, τῇ δ ̓ ἐπαύριον ἀναχθέντας εἰς Κῶ διᾶραι· τοὺς δὲ πολεμίους τὰς πεντήρεις ἐνάψασθαι, καὶ καθορμισθέντας ἐπὶ τὴν Λάδην, ἐπὶ τῇ ἐκείνων στρατοπεδείᾳ ποιήσασθαι τὴν ἔπαυλιν· ἔτι δὲ τοὺς Μιλησίους, καταπλαγέντας τὸ γεγονὸς, οὐ μόνον τὸν Φίλιππον, ἀλλὰ καὶ τὸν Ἡρακλείδην στεφανῶσαι διὰ τὴν ἔφοδον. Ταῦτα δ ̓ εἰρηκότες, ἃ προφανῶς ἐστιν ἴδια τῶν ἡττημένων, ὅμως καὶ διὰ τῶν κατὰ μέρος, καὶ διὰ τῆς καθολικῆς ἀποφάσεως, νικῶντας ἀποφαίνουσι τοὺς Ῥοδίους· καὶ ταῦτα, τῆς ἐπιστολῆς ἔτι μενούσης ἐν τῷ πρυτανείῳ, τῆς ὑπ ̓ αὐτοὺς καιροὺς ὑπὸ τοῦ ναυάρχου πεμφθείσης περὶ τούτων τῇ τε βουλῇ καὶ τοῖς πρυτάνεσιν, οὐ ταῖς Ἀντισθένους καὶ Ζήνωνος ἀποφάσεσιν*, ἀλλὰ ταῖς ἡμετέραις. XVI. Ἑξῆς δὲ τοῖς προειρημένοις γράφουσι περὶ τοῦ κατὰ Μεσσηνίους παρασπονδήματος. Ἐν ᾧ φησιν ὁ Ζήνων, ὁρμήσαντα τὸν Νάβιν ἐκ τῆς Λακεδαίμονος, καὶ διαβάντα τὸν Εὐρώταν ποταμὸν, παρὰ τὸν Ὁπλίτην διαβάντα τὸν Εὐρώταν ποταμὸν, παρὰ τὸν Ὁπλίτην προσαγορευόμενον πορεύεσθαι διὰ τῆς ὁδοῦ τῆς στενῆς παρὰ τὸ Πολιάσιον. Ἕως ἐπὶ τοὺς κατὰ Σελλασίαν ἀφίκετο τόπους· ἐντεῦθεν δὲ ἐπὶ Θαλάμας ἐπιβαλόντα κατὰ Φαρὰς παραγενέσθαι πρὸς τ. ν Πάμισον ποταμόν. Ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν. Τοιαύτην γὰρ φύσιν ἔχει τὰ προειρημένα πάντα συλλήβδην, ὥστε μηδὲν διαφέρεν τοῦ λέγειν, ὅτι ποιησάμενός τις ἐκ Κορίνθου τὴν ὁρμὴν, καὶ διαπορευθεὶς τὸν Ἰσθμὸν, καὶ συνάψας ταῖς Σκιρωνίσιν, εὐθέως ἐπὶ τὴν Κοντοπορίαν ἐπεβάλετο, καὶ παρὰ τὰς Μυκήνας ἐποιεῖτο τὴν πορείαν εἰς Ἄργος. Ταῦτα γὰρ οὐχ οον παρὰ μικρόν ἐστιν, ἀλλὰ τὴν ἐναντίαν διάθεσιν ἔχει πρὸς ἄλληλα. Καὶ τὰ μὲν κατὰ τὸν Ἰσθμόν ἐστι καὶ τὰς Σκιράδας πρὸς ἀνατολὰς τῆς Κορίνθου, τὰ δὲ κατὰ τὴν Κοντοπορίαν καὶ Μυκήνας, ἔγγιστα πρὸς δύσεις χειμερινάς. Ὥστ ̓ εἶναι τελέως ἀδύνατον, ἀπὸ τῶν προηγουμένων ἐπιβαλεῖν τοῖς προειρημένοις τόποις. Τὸ δ ̓ αὐτὸ καὶ περὶ τοὺς κατὰ τὴν Λακεδαίμονα συμβέβηκεν. Ὁ μὲν γὰρ Εὐρώτας καὶ τὰ περὶ τὴν Σελλασίαν κεῖται τῆς Σπάρτης ὡς πρὸς τὰς θερινὰς ἀνατολάς· τὰ δὲ κατὰ Θαλάμας καὶ Φαρὰς καὶ Πάμισον, ὡς πρὸς τὰς χειμερινὰς δύσεις. Ὅθεν οὐχ οἷον ἐπὶ τὴν Σελλασίαν, ἀλλ ̓ οὐδὲ τὸν Εὐρώταν δέον ἐστὶ διαβαίνειν τὸν προτιθέμενον παρὰ Θαλάμας ποιεῖσθαι τὴν πορείαν εἰς τὴν Μεσσηνίαν. XVII. Πρὸς δὲ τούτοις φησὶ, τὴν ἐπάνοδον ἐκ τῆς Μεσσήνης πεποιῆσθαι τὸν Νάβιν κατὰ τὴν πύλην τὴν φέρουσαν ἐπὶ Τέγεαν. Τοῦτο δ ̓ ἔστιν ἄλογον. Πρόκειται γὰρ τῆς Τεγέας ἡ Μεγάλη Πόλις ὡς πρὸς τὴν Μεσσήνην, ὥστ ̓ ἀδύνατον εἶναι, καλεῖσθαί τινα πύλην παρὰ τοῖς Μεσσηνίοις ἐπὶ Τέγεαν. Ἀλλ ̓ ἔστι περ ̓ αὐτοῖς πύλη Τεγεᾶτις προσαγορευομένη, καθ ̓ ἥν ἑποίησε τὴν ἐπάνοδον Νάβις· ᾧ πλανηθεὶς, ἔγγιον ὑπέλαβε τὴν Τέ γεαν εἶναι Μεσσηνίων. Τὸ δ ̓ ἔστιν οὐ τοιοῦτον, ἀλλ ̓ ἡ Λακωνικὴ καὶ ἡ Μεγαλοπολῖτις χώρα μεταξὺ κεῖται τῆς Μεσσηνίας καὶ Τεγεάτιδος. Τὸ δὲ τελευταῖον· φησὶ γὰρ τὸν Ἀλφειὸν, ἐκ τῆς πηγῆς εὐθέως κρυφθέντα, καὶ πολύν ἐνεχθέντα τόπον ὑπὸ γῆς, ἐκβάλλειν περὶ Λυκόαν τῆς Ἀρκαδίας. Ὁ δὲ ποταμὸς, οὐ πολὺν τόπον ἀποσχὼν τῆς πηγῆς, καὶ κρυφθεὶς ἐπὶ δέκα στάδια, πάλιν ἐκπίπτει· καὶ τὸ λοιπὸν φερόμενος διὰ τῆς Μεγαλοπολίτιδος, τὰς μὲν ἀρχὰς ἐλαφρὸς, εἶτα λαμβάνων αὔξησιν, καὶ διανύσας ἐπιφανῶς πᾶσαν τὴν προειρημένην χώραν ἐπὶ σ' σταδίους, γίγνεται πρὸς Λυκόαν, ἤδη προσειληφὼς καὶ τὸ τοῦ Λουσίου ῥεῦμα, καὶ παντελῶς ἄβατος ὤν καὶ βαρύς. ***Οὐ μὴν ἀλλὰ καὶ πάντα μοι δοκεῖ τὰ προειρημένα, διαπτώματα μὲν εἶναι, πρόφασιν δὲ ἐπιδέχεσθαι καὶ παραίτησιν· τὰ μὲν γὰρ δι ̓ ἄγνοιαν γέγονε, τὸ δὲ περὶ τὴν ναυμαχίαν διὰ τὴν τρὸς τὴν πατρίδα φιλοστοργίαν. Εἶτα, τίς οὐκ εἰκότως ἂν Ζήνωνι μέμψαιτο, διότι τὸ πλεῖον οὐ περὶ τὴν τῶν πραγμάτων ζήτησιν, οὐδὲ περὶ τὸν χειρισμὸν τῆς ὑποθέσεως, ἀλλὰ περὶ τὴν τῆς λέξεως κατασκευὴν ἐσπούδακε, καὶ δῆλός ἐστι πολλάκις ἐπὶ τούτῳ σεμνυνόμενος, καθάπερ καὶ πλείους ἕτεροι τῶν ἐπιφανῶν συγγραφέων; Ἐγὼ δὲ φημὶ μὲν, δεῖν πρόνοιαν ποιεῖσθαι καὶ σπουδάζειν ὑπὲρ τοῦ δεόντως ἐξαγγέλλειν τὰς πράξεις· δῆλον γὰρ, ὡς οὐ μικρὰ, μεγάλα δὲ συμβάλλεται τοῦτο πρὸς τὴν ἱστορίαν· οὐ μὴν ἡγεμονικώτατόν γε καὶ Πρῶτον αὐτὸ παρὰ τοῖς μετρίοις ἀνδράσι τίθεσθαι. Πολλοῦ γε δεῖ· ἄλλα γὰρ ἂν εἴη καλλίω μέρη τῆς ἱστορίας, ἐφ ̓ οἷς ἂν μᾶλλον σεμνυνθείη πολιτικὸς ἀνήρ. XVIII. Ὅ δὲ λέγειν βούλομαι, γένοιτ ̓ ἂν οὕτω μάλιστα καταφανές. Ἐξηγούμενος γὰρ ὁ προειρημένος συγγραφεὺς τήν τε Γάζης πολιορκίαν καὶ τὴν γενομένην παράταξιν Ἀντιόχου πρὸς Σκόπαν ἐν Κοίλῃ Συρίᾳ περὶ τὸ Πάνιον, περὶ μὲν τὴν τῆς λέξεως κατασκευὴν δῆλός ἐστιν ἐπὶ τοσοῦτον ἐσπουδακὼς, ὡς ὑπερβολὴν τερατείας μὴ καταλιπεῖν τοῖς τὰς ἐπιδεικτικὰς καὶ πρὸς ἔκπληξιν τῶν πολλῶν συντάξεις ποιουμένοις· τῶν γε μὴν πραγμάτων ἐπὶ τοσοῦτόν ὠλιγώρηκεν, ὥστε πάλιν ἀνυπέρβλητον εἶναι τὴν εὐχέρειαν καὶ τὴν ἀπειρίαν τοῦ συγγραφέως. Προθέμενος γὰρ πρώτην διασαφεῖν τὴν τῶν περὶ τὸν Σκόπαν ἔκταξιν, τῷ μὲν δεξιῷ κέρατί φησι τῆς ὑπωρείας ἔχεσθαι τὴν φάλαγγα μετ ̓ ὀλίγων ἰππέων· τὸ δ ̓ εὐώνυμον αὐτῆς, καὶ τοὺς ἱππεῖς πάντας τοὺς ἐπὶ τούτου τεταγμένους, ἐν τοῖς ἐπιπέδοις κεῖσθαι. Τὸν δ ̓ Ἀντίοχον ἔτι μὲν τῆς ἑωθινῆς ἐκπέμψαι φησὶ τὸν πρεσβύτερον υἱὸν Ἀντίοχον, ἔχοντα μέρος τι τῆς δυνάμεως, ἵνα προκαταλάβηται τῆς ὀρεινῆς τοὺς ὑπερκειμένους τῶν πολεμίων τόπους· τὴν δὲ λοιπὴν δύναμιν ἅμα τῷ φωτὶ διαβιβάσαντα τὸν ποταμὸν, μεταξὺ τῶν στρατοπέδων ἐν τοῖς ἐπιπέδοις ἐκτάττειν, τιθέντα τοὺς μὲν φαλαγγίτας ἐπὶ μίαν εὐθεῖαν κατὰ μέσην τὴν τῶν πολεμίων τάξιν, τῶν δ ̓ ἱππέων τοὺς μὲν ἐπὶ τὸ λαιὸν κέρας τῆς φάλαγγος, τοὺς δ ̓ ἐπὶ τὸ δεξιὸν, ἐν οἷς εἶναι καὶ τὴν κατάφρακτον ἵππον, ἧς ἡγεῖτο πάσης ὁ νεώτερος Ἀντίοχος τῶν υἱῶν. Μετὰ δὲ ταῦτα, φησὶ, τὰ θηρία προτάξαι τῆς φάλαγγος ἐν διαστήματι, καὶ τοὺς μετ ̓ Ἀντιπάτρου Ταραντίνους, τὰ δὲ μεταξὺ τῶν θηρίων πληρῶσαι τοῖς τοξόταις καὶ σφενδονήταις, αὐτὸν δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν ὑπασπιστῶν κατόπιν ἐπιστῆναι τοῖς θηρίοις. Ταῦτα δὲ ὑποθέμενος, τὸν μὲν νεώτερον Ἀντίοχον, φησὶν, ὃν ἐν τοῖς ἐπιπέδοις ἔθηκε κατὰ τὸ λαιὸν τῶν πολεμίων, ἔχοντα τὴν κατάφρακτον ἵππον, τοῦτον ἐκ τῆς ὀρεινῆς ἐπενεχθέντα τρέψασθαι τοὺς ἱππέας τοὺς περὶ τὸν Πτολεμαῖον τὸν Ἀερόπου, καὶ καταδιώκειν, ὅς ἐτύγχανε τοῖς Αἰτωλοῖς ἐπιτεταγμένος ἐν τοῖς ἐπιπέδοις ἐπὶ τῶν εὐωνύμων· τὰς δὲ φάλαγγας, ἐπεὶ συνέβαλον ἀλλήλαις, μάχην ποιεῖν ἰσχυράν. Ὅτι δὲ συμβαλεῖν ἀδύνατον ἦν, τῶν θηρίων καὶ τῶν ἱππέων καὶ τῶν εὐζώνων προτεταγμένων, τοῦτο οὐκέτι συνορᾷ XIX. Μετὰ δὲ ταῦτα, φησὶ, καταπροτερουμένην τὴν φάλαγγα ταῖς εὐχερείαις καὶ πιεζομένην ὑπὸ τῶν Αἰτωλῶν, ἀναχωρεῖν ἐπὶ πόδα· τὰ δὲ θηρία, τοὺς ἐγκλίνοντας ἐκδεχόμενα, καὶ συμπίπτοντα τοῖς πολεμίοις, μεγάλην παρέχεσθαι χρείαν. Πῶς δὲ ταῦτα γέγονεν ὀπίσω τῆς φάλαγγος, οὐ ῥᾴδιον καταμαθεῖν, ἢ πῶς, γενόμενα, παρείχετο χρείαν μεγάλην. Ὅτε γὰρ ἅπαξ αἱ φάλαγγες συνέπεσον ἀλλήλαις, οὐκέτι δυνατὸν ἦν, κρῖναι τὰ θηρία, τίς τῶν ὑποπιπτόντων φίλιος ἢ πολέμιός ἐστι. Πρὸς δὲ τούτοις φησὶ, τοὺς Αἰτωλῶν ἱππέας δυσχρηστεῖσθαι κατὰ τὸν κίνδυνον διὰ τὴν ἀσυνήθειαν τῆς τῶν θηρίων φαντασίας. Ἀλλ ̓ οἱ μὲν ἐπὶ τοῦ δεξιοῦ ταχθέντες ἐξαρχῆς ἀκέραιοι διέμενον, ὡς αὐτός φησι· τὸ δὲ λοιπὸν πλῆθος τῶν ἱππέων, τὸ μερισθὲν ἐπὶ τὸ λαιὸν, ὑποφεύγει πᾶν ὑπὸ τῶν περὶ τὸν Ἀντίοχον ἡττημένον. Ποῖον οὖν μέρος τῶν ἱππέων ἦν κατὰ μέσην τὴν φάλαγγα τὸ τοὺς ἐλέφαντας ἐκπληττόμενον; ποῦ δὲ ὁ βασιλεὺς γέγονε; καὶ τίνα παρέσχηται χρείαν ἐν τῇ μάχῃ, τὸ κάλλιστον σύστημα περὶ αὐτὸν ἐσχηκὼς καὶ τῶν πεζῶν καὶ τῶν ἱππέων; ἁπλῶς γὰρ οὐδὲν εἴρηται περὶ τούτων. Ποῦ δὲ ὁ πρεσβύτερος τῶν υἱῶν Ἀντίοχος, ὁ μετὰ μέρους τινὸς τῆς δυνάμεως προκαταλαβόμενος τοὺς ὑπερδεξίους τόπους; Οὗτος μὲν γὰρ οὐδὲ εἰς τὴν στρατοπεδείαν ἀνακεχώρηκεν αὐτῷ μετὰ τὴν μάχην. Εἰκότως· δύο γὰρ Ἀντιόχους ὑπέθετο τοῦ βασιλέως υἱοὺς, ὄντος ἑνὸς τοῦ τότε συνεστρατευμένου. Πῶς δὲ ὁ Σκόπας ἅμα μὲν αὐτῷ πρῶτος, ἅμα δ ̓ ἔσχατος ἀναλέλυκεν ἐκ τοῦ κινδύνου; Φησὶ γὰρ αὐτὸν ἰδόντα τοὺς περὶ τὸν νεώτερον Ἀντίοχον ἐκ τοῦ διώγματος ἐπιφαινομένους κατὰ νώτου τοῖς φαλαγγίταις, καὶ διὰ τοῦτο τὰς τοῦ νικᾶν ἐλπίδας ἀπογνόντα, ποιεῖσθαι τὴν ἀποχώρησιν· μετὰ δὲ ταῦτα συστῆναι τὸν μέγιστον κίνδυνον, κυκλωθείσης τῆς φάλαγγος ὑπό τε τῶν θηρίων καὶ τῶν ἱππέων, καὶ τελευταῖον ἀποχωρῆσαι τὸν Σκόπαν ἀπὸ τοῦ κινδύνου. XX. Ταῦτα δέ μοι δοκεῖ, καὶ καθόλου τὰ τοιαῦτα τῶν ἀλογημάτων, πολλὴν ἐπιφέρειν αἰσχύνην τοῖς συγγραφεῦσι. Διὸ δεῖ μάλιστα μὲν πειρᾶσθαι πάντων κρατεῖν τῶν τῆς ἱστορίας μερῶν· καλὸν γάρ· εἰ δὲ μὴ τοϋτο δυνατὸν, τῶν ἀναγκαιοτάτων καὶ τῶν μεγίστων ἐν αὐτῇ πλείστην ποιεῖσθαι πρόνοιαν. Ταῦτα μὲν οὖν προήχθην εἰπεῖν, θεωρῶν νῦν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ ἐπιτηδευμάτων, τὸ μὲν ἀληθινὸν καὶ πρὸς τὴν χρείαν ἀνῆκον ἐν ἑκάστοις ἐπισεσυρμένον· τὸ δὲ πρὸς ἀλαζονείαν καὶ φαντασίαν ἐπαινούμενον καὶ ζηλούμενον, ὡς μέγα τι καὶ θαυμάσιον, ὃ καὶ τὴν κατασκευὴν ἔχει ῥᾳδιεστέραν, καὶ τὴν εὐδόκησιν ὀλιγοδεεστέραν, καθάπερ αἱ λοιπαὶ τῶν γραφῶν. Περὶ δὲ τῆς τῶν τόπων ἀγνοίας τῶν κατὰ τὴν Λακωνικὴν, διὰ τὸ μεγάλην εἶναι τὴν παράπτωσιν, οὐκ ὤκνησα γράψαι καὶ πρὸς αὐτὸν Ζήνωνα· κρίνων. Καλὸν εἶναι τὸ μὴ τὰς τῶν πέλας ἁμαρτίας ἴδια προτερήματα νομίζειν, καθάπερ ἔνιοι ποιεῖν εἰώθασιν· ἀλλὰ μὴ μόνον τῶν ἰδίων ὑπομνημάτων, ἀλλὰ καὶ τῶν ἀλλοτρίων, καθόσον οἷοί τε ἐσμὲν, ποιεῖσθαι πρόνοιαν καὶ διόρθωσιν χάριν τῆς κοινῆς ὠφελείας. Ὁ δὲ λαβὼν τὴν ἐπιστολὴ, καὶ γνοὺς ἀδύνατον οὖσαν τὴν μετάθεσιν, διὰ τὸ προεκδεδωκέναι τὰς συντάξεις, ἐλυπήθη μὲν ὡς ἔνι μάλιστα, ποιεῖν δ ̓ οὐδὲν εἶχε· τήν γε μὴν ἡμετέραν αἵρεσιν ἀπεδέξατο φιλοφρόνως.