Ancient Greek
1.2 to 1.6
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.2-6
Not analysed yet
Ἀγαθώνιος αὔλησις: ἡ μαλακὴ, καὶ μήτε πικρὰ μήτε χαλαρὰ, ἀλλ’ εὔκρατος καὶ ἡδίστη. Εἴρηται δὲ ἀπὸ Ἀγάθωνος αὐλητοῦ, ὃς ἐπὶ μαλακίᾳ ἐκωμφῳδεῖτο. Ἀγαθὰ Κιλλικῶν: λείπει τὸ ἔχει. Προδότης γὰρ γέγονεν οὗτος ὁ Κιλλικῶν, Μιλήσιος τὸ γένος, ὃς προδοὺς Μίλητον εὐπόρησεν. Ἅβρωνος βίος: ἐπὶ τῶν πολυτελῶν εἴρηται ἡ παροιμία. Ἅβρων γάρ τις ἐγένετο πλούσιος καὶ ἁβροδίαιτος. Δύναται δὲ καὶ ἀπὸ τοῦ ἁβροῦ τὸ ὄνομα γεγονέναι. Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κακοήθῶν λέγεται. Κέρκωπες γὰρ ἀπατεῶνες ἐγένοντό τινες, ἐξαπατῆσαι τὸν Δία βουλόμενοι. Ἀγαμεμνόνεια φρέατα; ἐπὶ τῶν μεγάλων ἔργων. Ἱστοροῦσι γὰρ τὸν Ἀγαμέμνονα περὶ τὴν Αὐλίδα καὶ πολλαχοῦ τῆς Ἑλλάδος φρέατα ὀρύξαι.