Ancient Greek
Centuria 1
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.7
Not analysed yet
Ἀγέλαστος πέτρα: ἐπὶ τῶν λύπης προξένων πραγμάτων εἴρηται. Ἔστι δὲ ἡ πέτρα αὕτη ἐν τῇ Ἀττικῇ ἐφ’ ἧς ἐκαθέσθη ἡ Δημήτηρ, ὅτε τὴν κόρην ἐζήτει· ἐρασθεὶς γὰρ Περσεφόνης ὁ Πλούτων ἥρπασεν αὑτὴν κρύφα. Δημήτηρ δὲ μετὰ λαμπάδων νυκτός τε καὶ ἡμέρας κατὰ πᾶσαν τὴν γῆν ζητοῦσα περιήρχετο. Μαθοῦσα δὲ παρ’ Ἑρμιονέων ὅτι Πλούτων αὐτὴν ἥρπασεν, ὀργιζομένη θεοῖς κατέλιπεν οὐρανὸν, καὶ εἰκασθεῖσα γυναικὶ ἧκεν εἰς Ἐλευσῖνα· ἔνθα ἐπὶ πέτραν ἐκάθισε τὴν ἀπ’ ἐκείνης κληθεῖσαν Ἀγέλαστον.