Ancient Greek
Centuria 1
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.30
Not analysed yet
Ἀδράστεια Νέμεσις; ἀπὸ Ἀδράστου· τάττεται δὲ ἐπὶ τῶν πρότερον μὲν εὐδαιμονησάντων, ὕστερον δὲ δυςτυχησάντων. Ἐτεοκλῆς γὰρ καὶ Πολυνείκης μετὰ τὴν ἀπώλειαν τοῦ ἰδίου πατρὸς Οἰδίποδος τὴν βασιλείαν Θηβῶν παραλαβόντες, περὶ ταύτης συντίθενται πρὸς ἀλλήλους, καὶ αὐτοῖς δοκεῖ τὸν ἕτερον παρ’ ἐνιαυτὸν ἄρχειν, καὶ οὕτως κατ’ ἔτος τὴν βασιλείαν ἀμείβεσθαι. Ἄρξαντος οὖν Ἐτεοκλέους καὶ μὴ βουλομένου τῷ ἀδελφῷ τὴν βασιλείαν παραδοῦναι μετὰ τὴν τοῦ χρόνου παρέλευσιν, Πολυνείκης ἐφυγαδεύθη, καὶ πρὸς Ἄργος ἀφικόμενος τοῖς τοῦ Ἀδράστου βασιλείοις προςεπέλασε νύκτωρ, καὶ προςτυχὼν ἐκεῖσε τῷ Τυδεῖ φεύγοντι ἐκ Καλυδῶνος δι’ ὃν εἰργάσατο φόνον, συνάπτει μάχην. Γενομένης δὲ βοῆς Ἄδραστος ἐπιφανεὶς τούτους διέλυσε. Καὶ λογίου τινὸς ἀναμνησθεὶς λέγοντος αὐτῷ, κάπρῳ καὶ λέοντι τὰς θυγατέρας συζεῦξαι, ἀμφοτέρους εἴλετο νυμφίους· εἶχον γὰρ ἐπὶ τῶν ἀσπίδων ὁ μὲν προτομὴν λέοντος, ὁ δὲ κάπρου. Ὑπέσχετο οὖν καὶ ἀμφοτέρους εἰς τὰς ἰδίας ἀποκαταστῆσαι πατρίδας. Καὶ πρῶτον ἐπὶ Θήβας στρατεύει, ἔνθα τῶν ἀρίστων Ἀργείων πεσόντων μόνος διέφυγεν Ἄδραστος. Τοὺς δὲ νεκροὺς αὐτῶν ἀτάφους τῶν Θηβαίων ῥιψάντων καὶ μὴ διδόντων ταφῇ, οἱ τῶν ἀποθανόντων παῖδες πρὸς τὸν τοῦ Ἐλέου καταφυγόντες βωμὸν τοὺς νεκροὺς ἐξῄτουν. Ἀθηναίων δὲ στρατευσάντων, οἱ νεκροὶ δἴδονται. Ὅτε καὶ Εὐάδνη ἡ τοῦ Καπανέως γυνὴ ἑαυτὴν τῇ πυρᾷ βαλοῦσα τῷ τοῦ ἀνδρὸς συγκατκαύθη νεκρῷ. Μετὰ δὲ χρόνους οἱ τῶν ἀπολομένων Ἀργείων παῖδες ἐπὶ Θήβας ἐστρατεύσαντο, τὸν τῶν πατέρων θάνατον βουλόμενοι τιμωρήσασθαι. Τειρεσίου δὲ τοῦ μάντεως θεσπίσαντος Θηβαίοις τὴν νίκην ἐπ’ Ἀργείοις κεῖσθαι, δρασμὸν ἐπενόησαν· καὶ στέλλουσι μὲν πρέσβεις πρὸς Ἀργείους, αὐτοὶ δὲ νυκτὸς τὴν πόλιν καπαλιπόντες, φυγάδες ᾤχοντο. Εἰςίασιν οὖν εἰς τὴν πόλιν Ἀργεῖοι, καὶ τὰ ταύτης τείχη καθελόντις τὴν λείαν συνήθροισαν. Ὅθεν ἡ παροιμία προήχθη λέγεσθαι ἐπὶ τῶν ἄδικα διαπραττομένων καὶ τὴν δίκην μὴ ἐκφευγόντων.