Ancient Greek
1.31 to 1.32
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.31-32
Not analysed yet
Ἁρπαγὰ τὰ Κιννάρου: ταύτης μὲν μέμνηται Καλλίμαχος ἐν ἰάμβοις· Τίμαιος δὲ ἔφη, ὅτι Κίνναρος ἐγένετο πορνοβοσκὸς Σελινούσιος. Πλουσιώτατος γοῦν ἐκ τῆς ἐργασῖας γονόμενος, ζῶν μὲν ἐπηγγέλλετο τὴν οὐσίαν ἱερὰν τῇ Ἀφροδίτῃ παταλεῖψαι, τελευτῶν δὲ τὰ ὄντα προύθηκεν εἰς ἁρπαγήν. Ἀρχὴ Σκυρία· παροιμία ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς ἐχόντων· παρόσον πετρώδης καὶ λυπρά. ἐστιν ἡ Σκῦρος.