Ancient Greek
1.34 to 1.40
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.34-40
Not analysed yet
Αἵματι κλαίειν: κατὰ ὑπερβολὴν, οὐ δάκρυσιν ἀλλ’ αἵμασι κλαίειν. Αἱροῦντες ᾑρήμεθα; ἐπὶ τῶν ἐλπισάντων κρατεῖν τινων καὶ ὑπ’ ἐκείνων ἁλόντων. Αἱ Χάριτες γυμναί: ἤτοι ὅτι δεῖ ἀφειδῶς καὶ φανερῶς χαρίζεσθαι· ἢ ὅτι οἱ ἀχάριστοι τὸν ἑαυτῶν κόσμον ἀφῄρηνται. Αἱ Ἰβύκου γέρανοι: ἐπὶ τῶν ἀπροςδοκήτος ἀφ’ ὧν ἥμαρτον κολασθέντων. Ἴβυκος γὰρ ὑπὸ λῃστῶν ἀναιρούμενος καὶ γεράνους ὑπεριπταμένας ἰδὼν ἐμαρτύρατο. Χρόνου δὲ προϊόντος οἱ λῃσταὶ ἐν θεάτρῳ θεώμενοι γεράνους ἱπταμένας πρὸς ἀλλήλους ἔλεγον, Αἱ Ἰβύκου γέρανοι. Εἶτα ἐκ τούτου ἁλόντες ἐκολάσθησαν. Αἰγιαλῷ λαλεῖς: ἐπὶ τῶν ἀνηκούστων. Ὁμοία δὲ αὕτη καὶ τῇ, Ἀνέμῳ διαλέγῃ. Αἰθέρα νήνεμον ἐρέσσειν; ἐπὶ τῶν μάτην πονούντων. Ἀφ’ Ἑστίας ἀρχόμενοι: μετενήνεκται δὲ ἀπὸ τῶν περὶ τὰ ἱερὰ δρωμένων, Ἔθος γὰρ ἦν τῇ Ἑστίᾳ τὰς ἀπαρχὰς ποιεῖσθαι,