Ancient Greek
Centuria 1
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.33
Not analysed yet
Αἰθὴς πέπλος: ἐπὶ τῶν ὑπεκκαιόντων καὶ φθειρόντων καὶ διαβολὰς ποιούντων· εἴρηται δὲ παρόσον ἡ Δηϊάνειρα πέπλον ἔπεμψεν Ἡρακλεῖ, ὑφ’ οὗ καυθεὶς ἐφθάρη. Ἡρακλέους γὰρ τοὺς Κενταύρους καταπολεμήσαντος, εἷς ἐξ αὐτῶν Νέσσος ὀνομαζόμενος διαφυγὼν ἧκεν ἐπὶ ποταμὸν Εὔηνον, ἐν ᾧ καθεζόμενος τοὺς παριόντας διεπόρθμευεν. Ἀπερχόμενος δὲ Ἡρακλῆς πρὸς Κήϋκα εἰς Τραχῖνα ἧκε †μεθ’ ἑαυτοῦ καὶ Δηϊάνειραν. Αὐτὸς μὲν οὖν Ἡρακλῆς τὸν ποταμὸν διῄει· Δηϊάνειραν δὲ μισθὸν αἰτηθεὶς, ἐκέλευε Νέσσῳ διακομίζειν. Ὁ δὲ διαπορθμεύων ἐπεχείρει βιάζεσθαι· τῆς δὲ ἀνακραγούσης αἰσθόμενος Ἡρακλῆς ἐτόξευσε Νέσσον εἰς τὴν καρδίαν. Οὗτος δὲ μέλλων τελευτᾶν προςκαλεσάμενος Δηϊάνειραν εἶπεν, εἰ θέλοι φίλτρον πρὸς Ἡρακλέα ἔχειν, τὸ ῥυὲν ἐκ τοῦ τραύματος τῆς ἀκίδος αἷμα ἐκμάξασθαι. Ἡ δὲ ποιήσασα τοῦτο, ἐφύλαττε παρ’ ἑαυτῇ. Ἀπελθὼν οὖν Ἡρακλῆς εἰς Τραχῖνα, κἀκεῖθεν στρατευσάμενος ἐπὶ τὴν Οἰχαλίαν, τὴν πόλιν αἱρεῖ. Καὶ ληΐσας ταύτην, ἦγεν Ἰόλην αἰχμάλωτον. Μέλλων δὲ τῷ Διὶ χαριστήρια θύειν, ἔπεμψε πρὸς Δηϊάνειραν λαμπρὰν ἐσθῆτα ζητῶν. Μαθοῦσα δὲ Δηϊάνειρα τὰ περὶ τὴν Ἰόλην, καὶ δείσασα μὴ ἐκείνην μᾶλλον ἀγαπήσῃ, νομίσασα ταῖς ἀληθείαις φίλτρον εἶναι τὸ ῥυὲν αἷμα Νέσσου, τούτῳ τὸν χιτῶνα ἔχρισεν. Ἐνδυσάμενος οὖν Ἡρακλῆς ἔθυεν. Ὡς δὲ θερμανθέντος τοῦ χιτῶνος ὁ τῆς ὕδρας ἰὸς τοῦ χρωτὸς καθήπτετο, τὸν χιτῶνα ἀπέσπα προςπεφυκότα τῷ σώματι. συναπεσπῶντο δὲ καὶ αἱ σάρκες αὐτοῦ. Τοιαύτῃ συμφορᾷ κατασχεθεὶς Ἡρακλῆς, εἰς Τραχῖνα πρὸς Δηϊάνειραν κομίξεται. Αὕτη μὲν οὖν αἰσθομένη τὸ γεγονὸς ἑαντὴν ἀνήρτησεν. Ἡρακλῆς δὲ ἐντειλάμενος Ὕλλῳ, ὃς ἦν ἐκ Δηϊανείρας αὐτῷ παῖς πρεσβύτερος, Ἰόλην γῆμαι, παρεγένετο εἰς Οἴτην ὄρος, ἔνθα πυρὰν ἔνησεν, ἧς ἐπιβὰς, ὑφάπτειν ἐκέλευσε. Μηδενὸς δὲ τῶν σὺν ἐκείνῳ τοῦτο πράττειν ἐθέλοντος, Ποίας παριὼν κατὰ ζήτησιν ποιμνίων, τὴν πυρὰν ὑφῆψεν· καὶ τούτῳ τὰ τόξα Ἡρακλῆς ἐδωρήσατο. Καιομένης δὲ τῆς πυρᾶς, λέγεται νέφος ὑποστὰν μετὰ βροντῆς αὐτὸν εἰς οὐρανὸν ἀναπέμψαι.