Ancient Greek
1.8 to 1.17
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 1.8-17
Not analysed yet
Ἀγρίου βέβρωκας: οἱονεὶ ζώου ἀγρίου. Εἰώθασι δὲ οἱ βεβρωκότες χασμᾶσθαι. Ἀγαθῶν θάλασσα; ἐπὶ πλήθους ἀγαθῶν εἴρηται. Ἀγαθῶν σωρός: ἐπὶ πολλῆς εὐδαιμονίας εἴρηται. Ἀγαθῶν μυρμηκιά: ἐπὶ πλήθους εὐδαιμονίας. Ἀγαθὴ καὶ μᾶζα μετ’ ἄρτον; ἐπὶ τῶν τὰ δευτερεῖά τισι διδόντων. Ἀγαμέμνονος θυσία; ἐπὶ τῶν δυςπειθῶν καὶ σκληρῶν. Ἀγαμέμνονος γὰρ θύοντος ἐν Τροίᾳ ἔφυγεν ὁ βοῦς καὶ μόλις ληφθεὶς ἤχθη. Ἀγαθοὶ δ’ ἀριδάκρυες ἄνδρες; ἐπὶ τῶν σφόδρα πρὸς ἔλεον ῥεπόντων. Ἀγροίκου μὴ καταφρόνει ῥήτορος; ὅτι μηδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν, παραινεῖ ἡ παροιμία. Ἀγναμπτότατος βάτος αὖος; ἐπὶ τοῦ σκληροῦ καὶ αὐθάδους τὸν τρόπον. Ἀνενδεὴς ὁ Θεός: παροιμία· παρόσον οὐδενὸς ἐπιδέεται ὁ Θεός.