Ancient Greek
2.18 to 2.22
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.18-22
Not analysed yet
Αἲξ Σκυρία: Χρύσιππος φησὶν ἐπὶ τῶν τὰς εὐεργεσίας ἀνατρεπόντων τετάχθαι τὴν παροιμίαν· ἐπειδὴ πολλάκις τὰ ἀγγεῖα ἀνατρέπει ἡ αἴξ. Ἄλλοι δὲ φασὶν ἐπὶ τῶν ὀνησιφόρων λέγεσθαι, διὰ τὸ πολὺ γάλα φέρειν τὰς Σκυρίας αἶγας. Μέμνηται Πίνδαρος καὶ Ἀλκαῖος. Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴενται: οὕτως Ἡράκλειτος ἐχρήσατο τῇ παροιμίᾳ, ὡς Ἡρακλέους ἐπιφοιτήσαντος ἐπὶ τὴν οἰκίαν Κήϋκος τοῦ Τραχινίον, καὶ οὕτως εἰπόντος. Εὔπολις δὲ ἐν Χρυσῷ γένει ἑτέρως φησὶν ἔχειν τὴν παροιμίαν· Αὐτόματοι δ’ ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν. Καὶ ὁ Πλάτων ἐν τῷ Συμποσίῳ οὕτως αὐτῇ ἐχρήσατο. Ἀλῶν δὲ φόρτος ἔνθεν ἦλθεν ἔνθ’ ἔβη: ἐπειδὴ τὶς, ὡς φασὶν, ἔμπορος ἔπλει τὴν ναῦν ἁλῶν πληρώσας· ἀποκαθευδησάντων δὲ τῶν ναυτῶν ἐπειςελθοῦσα ἡ θάλασσα τούς τε ἅλας ἐξέτηξε καὶ τὴν ναῦν κατεπόντισεν. Ἀνεπαρίασαν: ἐπὶ τῶν μεταγινωσκόντων καὶ μετατρεπομένων εἴρηται ἡ παροιμία. Ἐπειδὴ οἱ Πάριοι πολεμρύμενοι ὑπὸ Ἀθηναίων καὶ ἀνοχὰς παρ’ αὐτῶν αἰτήσαντες καὶ τυχόντες ἐπὶ ὑποσχέσει τοῦ παραδώσειν τὴν πόλιν, εἶτα προςδοκήσαντες συμμαχίαν ἥξειν ποθὲν, ἔλυσαν τὰ ὁμολογούμενα. Ἀνθ’ Ἑρμιόνος; εἴρηται ἡ παροιμία ἐπὶ τῶν σωζόντων τοὺς ἱκέτας· ἐπειδὴ ἐν Ἑρμιόνῃ τῆς Πελοποννήσου ἱερὸν ἦν Κόρης καὶ Δήμητρος, ἀσφάλειαν παρέχον τοῖς καταφεύγουσιν. Μέμνηται ταύτης Ἀριστοφάνης ἐν Βαβυλωνίοις.