Ancient Greek
Centuria 2
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.23
Not analysed yet
Ἀνερίναστος εἶ: τάττεται ἡ παροιμία παρ’ Ἑρμίππῳ ἐν Στρατιώταις. Φασὶ δὲ ὅτι ἐρινεοῦ τῆς ὀλυνθηφόρου ἐν τῷ καρπῷ φύεται θηρία, ἃ προςαγορεύουσι ψῆνας. Τούτων οἱ γεωργοὶ λαβόντες ἀφάπτουσι τῶν κλάδων ταῖς συκαῖς, ὅπως αὐτῶν ὁ καρπὸς μὴ ἀποῤῥέῃ. Ἐνδυόμενον γὰρ εἰς τοὺς φήληκας τὸ θηρίδιον στερεοῖ τούτους καὶ πεπαίνει, Διόπερ ἐπὶ τῶν ἅπερ ἂν λάβωσι μὴ διακρατούντων εἰρῆσθαι τὴν παροιμίαν.