Ancient Greek
Centuria 2
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.48
Not analysed yet
Ἀμαλθείας κέρας: ἡ παροιμία αὕτη ὁμοία ἐστὶ τῇ, Αἲξ οὐρανία. Εἴρηται δὲ ἐντεῦθεν. Ἡ Ῥέα τὸν Δία τεκοῦσα ἐν Κρήτῃ, δίδωσι τοῦτον πρέφεσθαι ταῖς Μελισσέως παισὶ Νύμφαις Ἀδραστείᾳ τε καὶ Ἴδῃ. Αὗται μὲν οὖν τὸν παῖδα ἔτρεφον τῷ τῆς Ἀμαλθείας αἰγὸς γάλακτι· αὐξηθεὶς δὲ ὁ Ζεὺς τὴν μὲν αἶγα κατηστέρισεν, ὅθεν Αἴξ οὐρανία λέγεται, θάτερον δὲ τῶν ταύτης κεράτων ταῖς Νύμφαις δίδωσι, δεδωκὼς αὐτῷ χάριν, ἵν’ ὅπερ αἱ Νύμφαι θέλωσιν, αὐταῖς ἀναβλύζῃ. Τοῦτο ὕστερον Ἀχελῶος λαβὼν, Ἡρακλεῖ δέδωκεν ἀντίλυτρον περιάξαντι θά-. τερον τῶν κεράτων αὐτοῦ, ὅτε περὶ τοῦ γάμου τῆς Δηϊανείρας πρὸς ἀλλήλους ἐμάχοντο. Εἴρηταὶ οὖν ἡ παροιμία ἐπὶ τῶν ἀφθόνως τισὶ παρεχομένων τὰς τοῦ πλουτεῖν ἀφορμάς· ἐπεὶ καὶ ὁ τὸ κέρας τῆς Ἀμαλθείας ἔχων, πᾶν ὃ ἐβούλετο ἀφθόνως ἐλάμβανεν.