Ancient Greek
2.43 to 2.47
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.43-47
Not analysed yet
Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος: ἐπὶ τῶν ἐλπίδι μὲν ἀεὶ τρεφομένων ἀπαλλάττεσθαι τῶν δεινῶν, τοῖς αὐτοῖς δὲ πάλιν περιπιπτόντων. Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι; ἐπὶ πῶν εἰς πάντα εὐδαιμονούντων. Οἱ δὲ, ἐπὶ τῶν ἀξίως τιμωμένων. Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται, οὔτε φιλία: ὁ Μυλῶν ὁ παροιμιογράφος Ἰβύκειον τὴν παροιμίαν ταύτην φησὶν, ὡς πρώτου χρησαμένου τοῦ Ἰβύκου. Ἀκλητὶ κωμάζουσιν ἐς φίλων φίλοι: παροιμία ὁμοία τῇ, Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν. Ἀεὶ κολοιὸς ποτὶ κολοιὸν ἱζάνει: ἐπὶ τῶν τοῖς ὁμοίοις προςομιλούντων. Ἐπειδὴ οὐ μόνον ἐστὶ τὸ ζῶον φιλάλληλον καὶ συνδυαστικὸν καὶ ἀγεληδὸν πετόμενον, ἀλλὰ καὶ ἁλίσκεται διὰ τὴν αὐτοῦ σκιὰν, προςερχόμενον αὐτῇ καθ’ ὕδατος ὁραθείσῃ.