Ancient Greek
2.69 to 2.83
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.69-83
Not analysed yet
Βοῦς ἐφ’ ἑαυτῷ κονιεῖται; ἐπὶ τῶν εὐχερῶς ἐπὶ κακῷ σφῶν ἑπομένων. Οἱ γὰρ βόες πρᾷοι ὄντες, ῥᾳδίως τοῖς δεσμοῖς ὑπακούουσι. Τινὲς δὲ, ἐπὶ τῶν εἰς προὖπτον κίνδυνον ἑαυτοὺς ἐμβαλλόντων. Βοῦς ἐπὶ γλώττης: παροιμία ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι, ἤτοι διὰ τὸ ἄφωνον τοῦ ζώου, ἢ διὰ τὸ τῶν Ἀθηναίων τὸ νόμισμα ἔχειν βοῦν ἐγκεχαραγμένον· ὅπερ ἐκτίνειν ἔδει τοὺς πέρα τοῦ δέοντος παῤῥησιαζομένους. Βαλὼν φεύξεσθαι οἴει; πρὸς τοὺς κακόν τι δράσαντας καὶ οἰομένους φυγεῖν. Βάλλ’ εἰς ὕδωρ: ἐπὶ τῶν ὀλέθρου ἀξίων· οἷον, Καταπόντισον. Βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν: ἐπὶ τῶν οὐ δυναμένων τοῖς ἰδίοις χρῆσθαι καλοῖς· παρόσον ἀσθενὴς ἡ βύβλος πρὸς τὸ φέρειν σῖτον. Στάχυας γὰρ ἀνατέλλουσα οὐκ ἐκτρέφει. Βῶλος ἄρουραν: ἐπὶ τῶν μεγάλοις τὰ μικρὰ προςφιλοτιμουμένων. Ὅμοιόν ἐστιν εἴ τις θαλάττῃ ἐκ χαράδρας ὕδωρ ἐπειςάγει, καὶ χαρίζεσθαι δοκεῖ. Βοῦς ἐπὶ σωρῷ; ἐπὶ τῶν ἡδυπαθούντων. Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνων, οὔποθ’ εὑρήσεις ποτόν: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς αἰσχίστοις. Βάλλ’ εἰς ὄλεθρον, ἢ, Βάλλ’ ἐς κόρακας ἐπὶ τῶν ὀλέθρου ἀξίων. Βατράχοις οἰνοχοεῖς: πρὸς τοὺς ταῦτα παρέχοντας ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες. Βατράχῳ ὕδωρ: ὡς Γαλῇ στέαρ: ἐπὶ τῶν ταῦτα διδόντων οἷς χαίρουσιν οἱ λαμβάνοντες. Εἴρηται δὲ καὶ, Βοῦς εἰς ἄμητον, ἐπὶ τῶν μέγα ὠφελουμένων. Βομβύλιος ἄνθρωπος; ἐπὶ τοῦ ἀκάρπου· παρόσον ὁ βομβύλιος καρπὸν οὐ φέρει. Ἔστι δὲ μελίττης εἶδος ἐκ πηλοῦ τὰ κηρία πλαττούσης. Βοῦς ἀλλότριος τὰ πολλὰ ἔξω βλέπει: ἐπὶ τῶν ἀμελουμένων παρ’ ἀλλοτρίων, καὶ διὰ τοῦτο πρὸς τοὺς ἰδίους δεσπότας, ὡς ἐπιμελουμένους, ἀφορώντων. Βοῦς ἄμητον ἐπιτηροῦντες: ἐπὶ τῶν μετὰ ἐπιμελείας καμνόντων. Βοῦς ὁ Μολοττῶν: αὕτη λέγεται ἐπὶ τῶν εἰς πολλὰ διαιρουμένων πράγματα καὶ κατακοπτομένων. Οἱ γὰρ Μολοττοὶ ἐν τοὶς ὁρκμοσίοις κατακόπτοντες εἰς μικρὰ τοὺς βοῦς, τὰς συνθήκας ἐποιοῦντο.