Ancient Greek
2.84 to 2.86
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.84-86
Not analysed yet
Βοιωτοῖς μαντεύσαιο; αὕτη καταρατική ἐστιν. Ἡρακλείδης γὰρ φησὶ, μαντευομένοις τοῖς Θηβαίοις περὶ πολέμου ἀπεκρίνατο ἡ προφῆτις ἡ ἐν Δωδώνῃ, νίκην αὐτοῖς ἀσεβήσασιν ἔσεσθαι. Εἷς δὲ τῶν θεωρῶν ἁρπάσας Μυρτίλαν τὴν προφῆτιν, ἐνέβαλεν εἰς θερμοῦ παρακείμενον λέβητα. Ἄλλοι δὲ φασὶν, ὅτι Θηβαίοις πολεμοῦσι Βόμβος μάντις πλείους ἔφη νικήσειν, εἰ προθύσαιεν τῶν ἡγεμόνων ἕνα. Οἱ δὲ ἀποκτείναντες τὸν Βόμβον ἐνίκησαν. Βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα: τοῦτο Εὐριπίδου ἐστί. Καὶ Ἀριστόξενος δὲ φησὶν, ὅτι Εὐριπίδης διορθῶν τὸν Τήλεφον ἐξεῖλε τὴν πεττείαν. Λέγεται δὲ ἐπὶ τῶν ἁδιανοήτων. θεμένων δικαστῶν, ἀπὸ Βουλίου τινὸς Ἀθηναίου· ὅς ἐπὶ τοσοῦτον ἀνεβάλλετο τὴν δίκην, ὥστε φθάσαι τελευτῆσαι πρότερον ἢ τὴν δίκην ἀποφήνασθαι.