Ancient Greek
2.88 to 2.90
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.88-90
Not analysed yet
Γενναῖος εἶ ἐκ βαλαντίου: ἐπὶ τῶν διὰ τὸν πλοῦτον εὐγενῶν εἶναι δοκούντων. Γλαῦξ ἵπταται: ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμβολον τοῖς Ἀθηναίοις ἐνομίζετο. Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται πάγῃ; ἐπὶ τῶν διὰ χρόνου πλῆθος οὐχ ἁμαρτανόντων.