Ancient Greek
Centuria 2
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.87
Not analysed yet
Βελλεροφόντης τὰ γράμματα: Βελλεροφόντης ἀνελὼν Βέλλερον, ἢ, ὥς τινες φασὶ, Πείρην, εἰς Τίρυνθα φυγὰς ἐξ Ἄργους παραγίνεται πρὸς τὸν Προῖτον. Τούτου ἔρωτα ἴσχει Ἄντεια ἡ τοῦ Προίτου γυνή· τοῦ δὲ ἀπαρνουμένου, λέγει πρὸς τὸν Προῖτον, ὅτι Βελλεροφόντης ἐρωτικοὺς αὐτῇ προςεπέμψατο λόγους. Προῖτος δὲ πιστεύσας, ἔδωκεν αὐτῷ ἐπιστολὰς πρὸς Ἰοβάτην κομίσαι· ἐν αἷς ἀνεγέγραπτο, Βελλεροφόντην ἀποκτεῖναι. Ὁ δὲ ἀγνοῶν, τὰ γεγραμμένα καθ’ ἑαυτοῦ κομίζει. Ἰοβάτης δὲ ἀναγνοὺς ἐπέταξεν αὐτῷ κτεῖναι τὴν πυρίπνουν Χίμαιραν, νομίζων αὐτὸν ὑπὸ τοῦ θηρίου διαφθαρήσεσθαι. Τριῶν γὰρ ζώων εἶχε φύσιν σύνθετον, προτομὴν μὲν λέοντος, οὐρὰν δράκοντος, καὶ τρίτην κεφαλὴν μέσην αἰγὸς, δι’ ἧς πῦρ ἀνίει. Ἀναβὰς οὖν ὁ Βελλεροφόντης ἐπὶ τὸν Πήγασον, ὃν εἶχεν ἵππον πτηνὸν, κατετόξευσε τὴν Χίμαιραν. Μετὰ δὲ τὸν ἀγῶνα τοῦτον Ἀμαζόσιν ἐπέταξεν ἀγωνίσασθαι, ὡς δὲ καὶ ταύτας ἀπέκτεινε, τοὺς τότε ῥώμῃ νεότητος διαφέροντας ἐπιλέξας, ἐπέταξεν ἀποκτεῖναι λοχήσαντας. Ὡς δὲ καὶ τοῦτον ἐνίκησεν τὸν ἀγῶνα, θαυμάσας τὴν δύναμιν αὐτοῦ ὁ Ἰοβάτης, τό τε γράμμα ἔδειξε, καὶ παρ’ αὐτῷ μένειν ἠξίωσε· δοὺς δὲ αὐτῷ τὴν θυγατέρα, καὶ τήν βασιλείαν τελευτῶν κατέλιπεν.