Ancient Greek
2.92 to 2.94
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.92-94
Not analysed yet
Γλυκὺς ἀγκών: τὴν παροιμίαν φησὶν εἰρῆσθαι ἀπὸ τοῦ λεγομένου μακροῦ ἀγκῶνος ἐν τῷ Νείλῳ· κατὰ ἀντίφρασιν ἀντὶ τοῦ δυρχερής· Γαλῇ χιτώντον: ὁμοία ἡ παροιμία αὕτη τῇ· Οὐ πρέπει γαλῇ κροκωτόν. Ἐπειδὴ γαλῇ κατὰ πρόνοιαν Ἀφροδίτης γυνὴ γενομένη ἐν χιτῶνι κροκωτῷ οὖσα ἐπέδραμε μυί. Μέμνηται ταύτης Στράττις. Γραῦς Σέριφος: Ἀπολλόδωρος φησίν, ὅτι ἔστι τις παροιμιώδης λεγομένη Σεριφία γραῦς, ἡ ἐν παρθενίᾳ γεγηρακυῖα. Οἱ δὲ ἀπὸ τῆς ἀκρίδος· τὴν γὰρ ἀρουραίαν ἀκρίδα ὑπό τινων μάντιν λεγομένην κατὰ Σικελίαν γραῦν σέριφον καλεῖσθαι ἢ γραῦν σερίφην. Λέγουσι δὲ ὅτι εἴ τινι ἐμβλέψειε ζῴῳ, κακόν τι ἐκείνῳ γίνεται.