Ancient Greek
Centuria 2
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.95
Not analysed yet
Γυμνότερος λεβηρίδος: Ἀριστοφάνης φησὶ Τυφλότερος λεβηρίδος. Λεβηρὶς δὲ ἐστὶ τὸ σῦφαρ καὶ ἔκδυμα τοῦ ὄφεως καὶ τοῦ τέττιγος. Κυρίως δὲ λεβηρὶς, ᾧ περιέχεται τὸ ἔμβρυον τοῦ βοός· τελέως ἐστὶ δὲ καὶ τοῦτο τυφλόν· τὰς γὰρ ὀπὰς μόνας ἔχει τῶν ὀφθαλμῶν. Τάττουσι δὲ τὴν λέξιν καὶ ἐπὶ τέττιγος, καὶ συνόλως ἐπὶ τῶν ἀποδυομένων τὸ γῆρας. Τριχῇ δὲ ἀναγράφουσι τὴν παροιμίαν, καὶ οἱ μὲν τυφλότερος λεβηρίδος, οἱ δὲ κενότερος, οἱ δὲ γυμνότερος.