Ancient Greek
Centuria 3
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 3.87
Not analysed yet
Ἐς κόρακας: ἐν Θεσσαλίᾳ τόπος ἐστὶ Κόρακες, ὅπου τοὺς κακούργους ἐνέβαλλον· ὅθεν ἡ παροιμία. Μέμνηται δὲ ταύτης Μένανδρος συνεχῶς. Λέγουσι δὲ, ὅτι Βοιωτοῖς Ἄρνην ποτὲ διοικοῦσι προείρητο ὑπὸ τοῦ θεοῦ ἐκπεσεῖσθαι τῆς χώρας λευκῶν κοράκων φανέντων. Νεανίσκοι δέ ποτε μεθυσθέντες, καὶ συλλαβόντες κόρακας, γυψώσαντες ἀφῆκαν πέτεσθαι· ἰδόντες δὲ οἱ Βοιωτοὶ ἐταράχθησαν, ὡς τῆς μαντείας λαβούσης τὸ τέλος. Καὶ φοβηθέντες οἱ νεανίσκοι τὸν θόρυβον, φυγόντες ᾤκησάν τινα τόπον, ὃν ἐκάλεσαν Κόρακας. Μετὰ δὲ ταῦτα ἐκβαλόντες τοὺς Βοιωτοὺς οἱ Αἰολεῖς, ἔσχον τὴν Ἄρνην οἰκείαν οὖσαν, καὶ τοὺς ἁμαρτάνοντας μεθιστᾶσιν εἰς τοὺς Κόρακας κολουμένους.