Ancient Greek
3.88 to 3.93
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 3.88-93
Not analysed yet
Ἑτερομόλιος δίκη: εἰς ἣν ἀντίδικοι οὐκ ἦλθον. Ἔξω βελῶν καθῆσθαι: παροιμία παραινοῦσα μακρὰν ἑαυτὸν τῶν βελῶν τῶν ἐναντίων ποιεῖν. Ἕκητι Συλοσῶντος εὐρυχωρίη: Συλοσῶν Σάμιος φίλος ἐγένετο Δαρείῳ τῷ Περσῶν βασιλεῖ, καὶ δι’ αὐτοῦ τὴν ἐν Σάμῳ δυναστείαν παρέλαβε τελευτήσαντος Πολυκράτους. Ἐπεὶ δὲ πικρῶς καὶ χαλεπῶς ἦρχεν ἐκλιπόντες τὴν νῆσον οἱ πλείους μετῴκησαν. Ὅθεν ἡ παροιμία. Εἰς τὸ δέον: Περικλῆς, ὥς φασιν, ἔδωκε χρήματα τῷ βασιλεῖ τῶν Λακεδαιμονίων Πλειστοάνακτι, καὶ συνέπεισεν αὐτὸν ἀναχωρῆσαι ἐκ τῆς Ἀττικῆς ἐπὶ πολέμῳ προαχθέντα. Διδοὺς οὖν λόγον τῶν χρημάτων μετὰ ταῦτα τοῖς Ἀθηναίοις, καὶ μὴ θελήσας φανερῶς λογίσασθαι, εἶπεν, Εἰς τὸ δέον ἀνήλωσα τοσάδε τάλαντα. Εἰς Ἀφάννας: Συβαρῖται νίκην τὸν θεὸν ᾐτοῦντο κατὰ Κροτωνιατῶν, παρόντων ἐκείνων. Ἑνὸς δὲ τῶν Κροτωνιατῶν χλευάσαντος καὶ εἰπόντος ὅτι τεύξεσθε ταύτης ἐν Ἀφάνναις, τὴν πρόῤῥησιν τοῦ θεοῦ ἐθαύμασαν. Λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν δοκούντων ἀνυποστάτων εἶναι. Εὐμεταβολώτερος κοθόρνου: κόθορνός ἐστιν ὑποδήματος εἶδος ἐφαρμόζοντος καὶ δεξιῷ καὶ ἀριστερῷ ποδί· ὅθεν καὶ Θηραμένην, τὸν ἐπὶ τῶν λ’, κόθορνον ἐκάλουν οἱ Ἀθηναῖοι. Ἐπὶ τῶν στρεφομένων οὖν συνεχῶς ἡ παροιμία εἴρηται.