Ancient Greek
Centuria 4
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.29
Not analysed yet
Θετταλῶν σόφισμα: παροιμία ἐπὶ τῶν σοφιζομένων λεγομένη, διὰ τὸ **τῷ Θετταλῷ λόγιον ἐκπεσεῖν, φυλάττεσθαι μὴ ἕλωσιν αὐτὸν οἱ ἐξεναντίας εἰχῇ μείζονι καὶ λαμπροτέρᾳ κατ’ αὐτοῦ χρησάμενοι. Νοήσας οὖν τὸ λόγιον καὶ πρὸς ὑπερβολὴν τραπόμενος, ἑκατόμβην ἀνδρῶν ηὔξατο θυσίαν Ἀπόλλωνι Καταιβασίῳ. Κατελθὼν οὖν ἐκεῖ, καὶ διαταξάμενος ἐφ’ ἃ ὥρμησε, τὸ περὶ τὴν θυσίαν καὶ τὴν εὐχὴν οὔτε ἱεροπρεπὲς εἶναι νομίσας, οὔτε ἄλλως εὐσεβὲς, ὑπερέθετο. Καὶ μέχρι νῦν Θετταλοὶ τὴν θυσίαν Ἀπόλλωνι ὑπισχνοῦνται δι’ ἔτους.