Ancient Greek
4.30 to 4.32
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.30-32
Not analysed yet
Θεῶν ἀγορά; παροιμία ἐπὶ τῶν τολμώντων τὶ λέγειν ἐπὶ τοῖς τοσοῦτον ὑπερέχουσιν, ὅσον οἱ θεοὶ τῶν ἀνθρώπων. Καὶ τόπος Ἀθήνησιν ἀπὸ τοῦ συναγερθῆναι προςαγορευθείς. Θολερῶς προβαίνεις: μὴ καθισταμένην καὶἀσφαλῇ πορείαν ἔχων, ἀλλ’ ἀστάτως καὶ τεταραγμένως προϊών. Θρᾷκες ὅρκια οὐκ ἐπίστανται: ταύτης μέμνηται Μένανδρος ἐν τῇ πρώτῃ· Λέγει γὰρ, ὅτι ἐν ταύτῃ τῇ γῇ ὁ πρεσβύτατος ἀκοντιφθεὶς διὰ τοῦ στήθους ἀπώλετο. Καὶ ἐντεῦθεν Ἴωσι καὶ Αἰολεῦσιν αἴνιγμα γέγονε, Θρᾷκες ὄρκια οὐκ ἐπίστανται.