Ancient Greek
4.39 to 4.44
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.39-44
Not analysed yet
Ἰαλέμου ψυχρότερος: παροιμία, ὡς εἴ τις εἴποι, Γυμνότερος τοῦ κακοδαίμονος· ἢ ὅτι οἱ θρηνοῦντες τῷ ἰαλέμῳ χρῶνται, ἐπιλέγοντες αὐτό. Ἔνθεν καὶ τὸ θρηνεῖν, ἰαλεμίζειν λέγουσι. Λέγουσι δέ τινες τὸν Ἰάλεμον, υἱὸν Καλλιόπης, καθ’ ὑπερβολὴν ψυχρὸν γεγονότα. Ἱερὸν ἡ συμβουλή ἐστιν: παροιμία ἐπὶ τῶν δεινῶν καθαρῶς συμβουλεύειν. Μέμνηται ταύτης Ἐπίχαρμος. Ἵππῳ γηράσκοντι τὰ μείονα κύκλ’ ἐπίβαλλε: ταύτης μέμνηται Κράτης ὁ κωμικὸς Συμίοις. Τάττεται δὲ ἐπὶ τῶν διὰ γῆρας ῥᾳστώνης δεομένων τινὸς καὶ ἀναπαύλης. Εἴρηται δὲ ἀπὸ στρατιωτικῶν ἵππων, οἷς γηράσκουσιν ἐπέβαλλον τὸ καλούμενον τρυσίππιον· ἔστι δὲ τοῦτο σιδηροῦς τροχίσκος, (οἱονεὶ δημόσιος ὡς χαρακτὴρ τροχίσκος) ὃν ἐκπυροῦντες ἐπέβαλον ταῖς σιαγόσι τῶν ἵππων. Ἱππάρχων πίναξ: ἐπεὶ παρὰ Συρακουσίοις οἱ ἵππαρχοι ἐν πίναξι τὰ ὀνόματα γρόφοντες τῶν ἀτακτούντων παρεσημειοῦντο. Ἰλιὰς κακῶν; ἀπὸ παροιμίας τοῦτο ἐλέγετο ἐπὶ τῶν μεγάλων κακῶν· παρόσον ἐν Ἰλίῳ μυρία κακὰ συνέβη γενέσθαι. Ἰστίᾳ θύει: ἡ παροιμία τέτακται ἐπὶ τῶν μηδενὶ ῥᾳδίως μεταδιδόντων. Δι’ ἔθους γὰρ ἦν τοῖς παλαιοῖς, ὁπότε ἔθυον Ἱστίᾳ, μηδενὶ μεταδιδόναι τῆς θυσίας. Μέμνηται ταύτης Θεόπομπος ἐν Καπηλίσιν.