Ancient Greek
Centuria 4
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 4.45
Not analysed yet
Καδμεία νίκη: περὶ ταύτης τῆς παροιμίας ἄλλοι ἄλλως λέγουσιν. Ἀποδιδόασι δὲ ταύτην ἐπὶ τῆς ἀλυσιτελοῦς νίκης, οἱ μὲν, ὅτι [ἐπεὶ] Ἐτεοκλῆς καὶ Πολυνείκης μονομαχοῦντες ἀμφότεροι ἀπώλοντο· οἱ δὲ, ὅτι Καδμεῖοι νικήσαντες τοὺς Ἀργείους, τοὺς μετὰ Ἀδράστου στρατεύσαντας, δίκην ἔδοσαν ἱκανὴν τοῖς ἀπογόνοις αὐτῶν· ἄλλοι, ὅτι τὸ Σφιγγὸς αἰνίγμα συνεὶς Οἰδίπους καὶ νικήσας αὐτὴν, ἀγνοῶν ἔγημε τὴν ἑαυτοῦ μητέρα· εἶτα ἐξετύφλωσεν ἑαυτὸν, ὥστε μὴ· λυσιτελῆσαι τὴν νίκην αὐτῷ· ἄλλοι δέ τινες, ὅτι τὰ ἐκ Φοινίκης γράμματα βουλόμενος διαδοθῆναι τοῖς Ἕλλησι Κάδμος, ἀνεῖλε Λίνον καὶ αὐτὸν ἴδια γράμματα ἐπιδεικνύμενον, ὃν ἀπεδίωξαν οἱ πολῖται. Διὰ τὸ μὴ λυσιτελῆσαι τοίνυν αὐτῷ τὴν νίκην, λέγεσθαι τὴν τοιαύτην παροιμίαν.